πῶς οὖν πρότερον σιγήσας νῦν γίνῃ πατήρ; οὐκ ἐμὲ κτήσασθαι βαουλό- μενος, ἀλλὰ δι’ ἐμοῦ τὴν ναυμαχίαν, τὴν Σαλαμῖνα, τὴν νίκην, τὰ ναυάγια, τὸν τῶν βαρβάρων φόνον, τὸν βασιλέως δρασμόν. τῶν γὰρ ὑπὸ τῶν παίδων, ὦ ἄνδρες Ἀθηναῖοι, κατωρθωμένων κοινωνοῦσι τῆς δόξης οἱ γεγεννηκότες, καὶ τὸ μὲν θαῦμα τοῦ δράσαντος, ἡ RIV 399 φιλοτιμία δὲ | ἀμφοτέρων.