ἀλλ’, ὦ πρᾳότατε πατέρων, ὁ χρηστὸς καὶ σπουδαῖος ἀνὴρ τῇ γνώμῃ καὶ οἷς προείλετο κρίνεται, κἂν μὴ τὸ πέρας ἀκολουθήσῃ τῶν βεβουλευμένων ἄξιον, οὐδὲν ἧττόν ἐστι σπουδαῖος. τοῦτο μὲν γὰρ ἐκ τῆς Τύχης ἤρτηται, τῷ δὲ δεῖ μηδὲν ὧν ἐσκέφθαι προσῆκον λελεῖφθαι.