τού- των οὐδέν μου κατέσεισε τὴν γνώμην οὐδ’ ἐξέπληξεν οὐδ’ ἔπεισε καταλῦσαι τὰς ἀμείνους ἐλπίδας. οὐδ’ ἐπὶ ξένια τοὺς ἐπὶ τὴν βῶλον ἥκοντας ἐκάλεσα κήρυκας ἀλλ’ ἀπέκτεινα. καὶ οὐδὲ δι’ οὗ ταῦθ’ ὑμᾶς ἑρμηνέως ἐδίδασκον οὐδ’ οὗτος διέφυγε τὴν δίκην, ἀλλ’ ἦν μὲν ἡμέτερος ἄποικος, ὅμως δὲ ἀπέθνησκεν ἀντὶ τῆς φωνῆς αὑτοῦ.