ὑμεῖς οὖν καλῶς στοχαζόμενοι τῆς γνώμης τῶν γραμμάτων τοῦ μὲν ὡς ἐκβαλεῖτε πολλάκις ἐμνήσθητε, τὸ δὲ ἔργον οὐχ ὑπεμείνατε, ἀλλ’ ἐν τῷ κεκτῆσθαι ἐπεμελήθητε τῶν τρόπων. Νεοκλῆς δὲ μόνος τὰ μὲν ἄλλα πάντα ἡγήσατο ἀσθενῆ τοσαῦτα καὶ τηλικαῦτα καὶ πολλοῖς ἀρέσκοντα, μίαν δὲ νουθε- σίαν μόνην μηκέτ’ εἶναί μου πατήρ. 24. Καίτοι τήν γε φύσιν τὴν ἐμὴν αὐτός τε ἐπῄνει καὶ τὸν διδάσκαλον ἔφη θαυμάζειν ὡς μεγάλα πράγ- ματα ἀναιρησομένην καί τινα ἔχουσαν ἐν αὑτῇ γεν- 20 ναιότητα. ὅτι δὲ τὴν ὧδε ἔχουσαν οὐκ ἔστιν ἀτρεμεῖν, ἀλλ’ ἀνάγκη ποιεῖν τὸ τῶν γενναίων πώλων, τοῦτο 18 cf. ῥ’. 462, 10 19 Plat. leg. XI p. 921 A et D 1 φίλους om I 2 ἕνεκα BI 5 δὲ om C | οὐδενὸς] οὐδενὸς οὐδὲ CB οὐδενὸς cum ras 4 litt L οὐδενὸς ὄντος I sed τ’ suprascr m2 i οὐδὲ Lau corr Mor 8 φοβερὸν coni Re | inserui e CBILau ras 4 litt L om edd i γιγνόμενον L edd 9 διασπασθε Lau 10 ὑμεῖς <μὲν> i οὖν? 11 C 14 πάντα om C | τοσαῦτα I sed ὄντα suprascr m 2 16 ἱκανὴν post μόνην inserendum coni Gasda 17 τε om I 19 ἀναιρησομένην scripsi e CBILau ἀνευρησομένην L edd αὑτὴ scripsi ex Ι αὐτὴ CBLLau edd 20 τὲ C | τὴν in ras L 2 21 τοῦτ’ Lau οὐκ ἐβουλήθη λογίσασθαι. τί οὖν ἐστι τὸ ἐκείνων; σκιρτῶσι, πηδῶσι, δυσχεραίνουσι τὴν ζεύγλην, κατα- ράττουσι τὸν ἡνίοχον, ἐκβαίνουσί τι τῶν τεταγμένων. ἀλλ’ οὔτ’ ἀθυμεῖ τούτων γιγνομένων ἡνίοχος οὔτ’ ἀχρήστους ἡγεῖται τοὺς ἐγρηγορότας, ἀλλ’ ἔστιν αὐτῷ ταῦτα σημεῖα τῆς μελλούσης ἀρετῆς καὶ φέρει τὰ δύσκολα τῶν πώλων ἐπὶ τῇ τῶν δευτέρων ἐλπίδι, τοὺς δέ γε ὑπτίους καὶ καθεύδοντας | καὶ τὴν κεφαλὴν RIV 396 οὐκ αἴροντας οὐδὲ θορυβοῦντας τὸν ἐλαύνοντα οὐ πρᾴους οὐδὲ σώφρονας, ἀλλὰ νωθεῖς νομίζει.