πῶς οὖν ὑμεῖς ἐπανορθοῦτε τοὺς υἱεῖς; ὧς πατέρας εἰκός. ὁ μὲν καθήψατο ῥήμασιν, ὁ δὲ εἶρξε τραπέζης, τῷ δὲ ἱμὰς ἤρκεσεν, ὁ δ’ αὖ οὐ προσεφθέγξατο χρόνον τινά. πολλὰ ἂν δυνηθείη καὶ βλέμμα ἄγριον καὶ βοὴ μεγάλη καὶ τὸ τοῖς οἰκείοις ἐπ’ αὐτὸν χρῆσθαι δὶς καὶ τρίς. ἀλλὰ δεῖ τινος καὶ μείζονος· ἀπείλησον τοῦτο ὅ πέπονθα ἐγώ, τὴν ἀπο- κήρυξιν. αὕτη | δὲ μελλέτω. καὶ γὰρ ὁ τὸν νόμον RIV 395 τεθεικὼς δοκεῖ μοι τοῖς πατράσι τὴν ἀπειλὴν τεθεικέ- ναι μόνην, εἴπερ ἦν κηδεμὼν τῆς πόλεως.