καὶ οὐ μόνον τοῖς ἐλευθέροις, ἀλλὰ καὶ δούλοις ἤδη που τοῦτο τὸ δίκαιον συγγνώμην ἐνήνοχε. καί τις, οἶμαι, δεσπότης πρᾴως ἔχων ὤφθη πρὸς ἁμαρτίαν οἰκέτου νέου. ἔοικε γὰρ ἡ μὲν νεότης θαλάττῃ κεκινημένῃ, τὸ γῆρας δὲ γαλήνης ἡσυχίᾳ. καὶ τοῦτο οὐ παρὰ μὲν ἡμῖν οὕτω νενόμισται, συγγνώμης δὲ ἀπεστέρηται παρὰ τοῖς βαρβάροις, ἀλλ’ ὅπουπερ ἀνθρώπων γένος, ἐκεῖ καὶ παραίτησις τοῖς νεωτέροις ὁ χρόνος.