τοῦ δὲ μὲν πολλὰ εἰ- πόντος, ἐμοῦ δὲ οὐ φθεγγομένου τὸ εἰκὸς ἐγίνετο παρὰ τῶν δικαζόντων καὶ κατεψηφίσαντο. εἶθ’ οὗτος μὲν ἀπῄει φαιδρός τε καὶ γεγηθώς, ὥσπερ οἱ τὰ τρό- παια ἱστάντες, ἐγὼ δὲ μετρίως φέρων τὴν τύχην. καὶ οὐκ ἂν φαίην ὡς ἠπόρουν τῶν ὑποδεχομένων οὐδ’ ὡς ἤλεγξεν ὁ καιρὸς τοὺς φάσκοντας εἶναι φίλους, ἦσαν γὰρ ὡς ἀληθῶς κἀν ταῖς συμφοραῖς. καὶ τοσοῦτον ἀπέσχε τοῦ δυνηθῆναι πεῖσαι φυγεῖν τὰς μετ’ ἐμοῦ διατριβὰς τοὺς ἡλικιώτας ὥσθ’ οἱ πολλοὶ τῶν γένει λαμπρῶν ἐρρῶσθαι τοῖς αὑτῶν φράσαντες γυμνασίοις εἰς Κυνόσαργες ἔτρεχον. ἐφ’ οὓς ὅπως οὐ παρώξυνε τοὺς πατέρας οὑτοσὶ Νεοκλῆς οὐδὲ ἔπεισεν ἀποκηρύξαι λέγων ὅτι διαφθερῶ τοὺς υἱεῖς αὐτοῖς καὶ ἐμαυτῷ ποιήσω παραπλησίους τεθαύμακα.