ἐνταῦθα οὗτος ἰσχὺν μὲν φύσεως ἐδείκνυ καὶ πολὺ ταύτῃ παρῄει τοὺς συμφοιτῶντας, ἐπείθετο δὲ οὐ πάντα τοῖς ἄγουσιν, ἀλλ’ αὑτὸν ἐν τοῖς πολλοῖς ἐποίει κύριον καὶ RIV 376 πρὸς τὰς ὁρμὰς | τῆς γνώμης αἰ τῶν παραινούν- τῶν ἐπῳδαὶ μικρὸν ἴσχυον. εἰς ἃ βλέπων τις τῶν δι- δασκάλων οὗτος ὁ νέος, πολλάκις ἔφη, ποτέροις μὲν αὑτὸν δώσει τῶν ἔργων, εἴτε τοῖς χείροσιν εἴτε τοῖς ἀμείνοσιν, οὐκ ἂν εἴη προειπεῖν. ὁπο- τέρωσε δ’ ἂν ἀποκλίνῃ, μέγα τι ποιῶν ἐν ἐκεί- νῷ φανεῖται. καὶ οὐκ ἐψεύσατο. ὁρᾶτε γοῦν ἡλίκους ὑμῖν ἔλυσε φόβους. ἀλλὰ ταῦτα μὲν ὕστεροι, τότε δέ, ὦ ἄνδρες Ἀθηναῖοι, πολλὰ τούτου πράττοντος ἐφ’ οἷς ὑπὸ τῶν φίλων ἐνεκαλούμην ἐγώ, παρ’ ἐμοῦ γὰρ ἡγοῦντο δεδόσθαι τὴν ἐξουσίαν, ἔλεγον πρὸς τοῦτον· ὦ παῖ, παῦσαι τούτων τῶν ἔργων ἃ τοὺς μὲν ἐπιτηδείους ἡμῖν ἀνιᾷ, τοὺς δὲ δυσμενεῖς εὐ- φραίνει. κράτει τῶν ἡδονῶν αἷς ἀκολουθεῖ ψόγος. μέγα φρονοῦσιν οἱ τῶν ἄλλων πατέρες 5 Plut. Them. 2, 1 10 cf. p. 488, 8 sq.; 496, 18. Plut. Them. 2, 2 1 τῇ inaerui e libris om edd 2 τοὺς inserui e CBL om reliqui libri sed verba usque ad τοῦτον in Ma detrita, edd 3 αὑτῶν CI sed in hoc ’e’ corr m 2 4 παρὰ reposui e libris sed in Ma detrita et in L utrumque ἁ in ras m 2 περὶ edd sed „lege παρὰ aut πρὸς“ Re 11 πολλάκις ἔφη scripsi eCMaBILau ἔφη πολλάκις L edd 12 ἐπιδώσει I 14 ὑπο- κλίνη I | τί C 15 15 καὶ om Md | γὰρ C 16 ὑμῖν scripsi e CBILau ἡμῖν MaL edd 18 τὸν φίλον Ma 19 ἡγεῖτο C I ἂν post ἔλεγον CMaLILau edd delevi 21 ὑμῖν Ma ἐπὶ τοῖς υἱέσιν, ἐγὼ δὲ ἐρυθριῶ. καὶ πρὸς Δῖός, ὦ ἄνδρες δικασταί, εἴ τι ψεύδομαι τούτων, οὗτος αὐτὸς ὑφ’ ὑμῶν ἐρωτάσθω. φήσει γὰρ ὡς ἀκήκοε καὶ ταῦτα καὶ ἔτι πλείω. μάτην δὲ ἄρα ἔλεγον. ἑαυτῷ γὰρ ἠξίου προσέχειν, ἀλλ’ οὐ τῷ πατρί. τὰ μὲν οὖν ἄλλα καὶ φέρειν οἷός τε ἦν ἀχθόμενος μέν, ὅμως δὲ πείθων ἐμαυτὸν ἀνέχεσθαι· ἐφ’ ᾧ δὲ λίαν ἐπλήγην τότε μὲν ἐπράχθη, νῦν δὲ οὐκ εἰρήσεται. ὧν γὰρ καὶ ὑμᾶς εὐξαίμην ἂν ἐπιλήσεσθαι, πῶς ἂν ταῦτα δίκαιος εἴην εἰς μέσον φέρειν; ἀλλ’ οὗτός γε μέμνηται καὶ τί τὸ πεπραγμένον καὶ ποῦ καὶ πότε. τότ’ οὖν ἐλο- γιζόμην πρὸς ἐμαυτόν, ὧς, εἰ μὲν ἐπιτρέποιμι ταῦτα ὁδῷ βαδίζειν, γενναῖος ἀπολεῖταί μοι παῖς καὶ οὐκ ἐμοὶ μόνον, ἀλλὰ καὶ τῇ πατρίδι· εἰ δὲ ἐπιστροφήν τινα ποιησαίμην καὶ λυπήσαιμι καὶ δίκην ἐπιθείην δυναμένην βοηθῆσαι τῇ φύσει, κερδανῶ μὲν αὐτός, κερδανεῖ δὲ ἡ πόλις, ἔσται δὲ ἡ δόξα μὲν τῆς οἰκίας, ὁ καρπὸς δὲ κοινός.