Ἀλλ’ εἰσὶν οἳ παίδων κακίας εὐχερῶς ἤνεγκαν. οὐ λέγεις μοι πατέρας, ὦ Θεμιστόκλεις, ἀλλ’ ἐχθροὺς καὶ πολεμίους καὶ ὧν ἐγέννησαν ὀλέθρους καὶ οὓς ἐγὼ φαίην ἂν εἶναι τῶν ἀνδροφόνων κακίους, οὓς οὐδὲ τὰ δίκαια τῆς φύσεως ἠνάγκασε γενέσθαι χρηστούς. σὺ μὲν οὖν φὴς εἶναί τινας οἱ παισὶν ἐπέ- τρεψαν ὅ τι βούλονται δρᾶν, εὕροι δ’ ἄν τις ἴσως καὶ παιδὸς πατέρα προαγωγόν, εἰ καὶ μὴ παρ’ ἡμῖν, μὴ γὰρ εἴη τις τοιοῦτος Ἀθήνησιν, ἀλλ’ ἑτέρωθι. τί οὖν; παρὰ τοῦτο τοὺς πονηροὺς μιμησόμεθα; καὶ σὺ μὲν οὐκ ἐμιμοῦ τοὺς δειλοὺς τῶν στρατηγῶν, ἐμὲ δὲ ἠξίους τοὺς κακοὺς τῶν πατέρων; καὶ μὴν τοῖς μὲν τῶν οὐκ εὖ πεφυκότων πατράσι κἂν συγγνοίη τις οὐκ ἀποκηρύττουσιν εἰδόσιν ὡς ἀμήχανον μεταστῆσαι τὴν φύσιν καὶ ποιῆσαι μεγάλην ἐκ μικρᾶς· ἡμῖν δὲ ὑπὲρ μεγίστων ἦν, ὦ Θεμιστόκλεις, ὁ λόγος τῆς σῆς φύσεως, ἣ μαντεύεσθαι παρεῖχεν ἃ δὴ δέδεικται. οὔκουν ἄξιον ἦν αὐτὴν παριδεῖν ἀπολλυμένην παρ’ ἐμοί; πάν- τως δὲ καὶ τοὺς γεωργοὺς ὁρᾷς οὐ τὸν αὐτὸν ὑπὲρ ἁπάσης γῆς ἔχοντας λόγον, ἀλλὰ τῆς μὲν λεπτῆς ἀμε- λοῦντας, τὴν δ’ ἀγαθὴν ἐκκαθαίροντας. ἴσασι γὰρ τὴν 4 ἂν ἐγὼ φαίην I 5 ἠνάγκασαν C 6 φὴς libri edd cf. ad p. 33, 7 7 8 πατέρα om B | ἡμῖν reposui e libris, ut coni Re ἡμῶν edd 9 τίς Cr τὶς ILati | τοιοῦτος om Ma 10 sig- num interrogationis om CILau punctum Ma | τοῦτο inaer Ma 4 I μιμούμεθα C 12 δειλοὺς I | μὴ Ma 13 τῶν om I inser Ma 2 | κἂν inserui e C καὶ Ma om reliqai iibri edd | ἂν post τις Ma 14 vocibus εἰδόσιν ὡς deainit Cr fol 15 r quae in folio 15 v exstant erasa sunt ut dispici iam non queant 17 δὴ in- serui e MaBILau om CL edd | δέδοκται L sed ὁ in εἰ corr m2, ILau 18 ἢν αὐτὴν C ἢ ναύτην LILau | ἢ ναῦν post αὐτὴν libri edd delevi auctore lacobsio Lect 117 ut orta e dittographia duarum vocum antecedentium ᾖ ναῦν (ceu tamquam) coni Re | ἐμοὶ ex ἐμοῦ corr Lau | signum interrogationis posui colon libri edd μὲν οὐδὲν ἢ μικρὸν ἀντὶ τῶν πόνων παρέχουσαν, τὴν δὲ λαμπρῶς ἀμειβομένην τὰς περὶ αὐτὴν σπουδάς. ἐμιμούμην δὴ τοὺς γεωργοὺς περὶ τὴν σὴν φύσιν διὰ τῆς ἀποκηρύξεως καὶ κατ’ ἐκείνους ἐθεράπευον τὰς τῆς φορᾶς ἀφορμάς, ὅπως ἀναδοθεῖεν εὖ καὶ καλῶς οἱ R IV 384 καρποὶ τῶν ἐμποδισμάτων ἀπαλλαγέντες | ἁπάν- των.