ἀναμνήσθητι τοίνυν ὡς οὐκ εὐθὺς | συνῆψα ταῖς πρώταις αἰτίαις τὴν ἀποκήρυξιν, RIV 382 ἀλλ’ ἠρξάμην μὲν ἐκ δεήσεων, προὔβην δὲ εἰς βλέμμα χαλεπόν, ἔπειτα εἰς ῥῆμα, τρίτον ἐπὶ τούτοις, οὐκ ἐκοινώνησα τραπέζης, οὐ προσεφθεγξάμην, εἶθ’ ὧς ἄν τις ἀπειπών, παρέδωκα τοῖς οἰκείοις τὰς νουθεσίας. τοῦ πράγματος δ’ οὐ λήγοντος ἦλθον ἐπὶ τὸ μόνον δυνάμενον κωλύσαι τὴν νόσον, οὐχ ἴνα ἀποστερήσαιμι τῶν πατρῴων τοῦτον, ἀλλ’ ἵνα ἀγαθὸς κληρονόμος φανείη. καὶ οὐκ ἔδοξα τοῖς δικασταῖς ληρεῖν οὐδ’ ἀδικεῖν ἐν τῷ μιμεῖσθαι τοὺς ἰατρούς. τί οὖν ἐστι τὸ ἐκείνων; ὅταν μὲν εἴκῃ τὰ πάθη τοῖς φαρμάκοις, οὕτως ἀπίασι καὶ πλέον οὐδὲν ἐνοχλοῦσιν· ἐπειδὰν δὲ μεῖζον ᾖ τὸ κακὸν τῆς ἀπ’ ἐκείνων βοηθείας, ἔκαυσαν, ἔτε- μον, οὐδὲν ὤκνησαν τῶν ἀλγεῖν μὲν ποιούντων, τοῦ δεινοῦ δὲ κρατούντων. καὶ ἡμῖν τοίνυν εἰ μὲν ἀπέχρη τὰ ἄλλα, τοῖς προτέροις ἂν ἐχρώμεθα μόνοις· καλού- μενοι δὲ ἐπὶ μείζω τί ἐμέλλομεν ποιεῖν; οὐχ ὧν ἐμε- μνήμην ἰατρῶν ἄρτι, τούτοις ἀκολουθεῖν, ὧν τοῖς ἀρρωστοῦσιν οὐδὲν οὔτε λυπηρότερον οὔτε χρησιμώ- τερον; ὁρῶ δέ τι παραπλήσιον καὶ περὶ τοὺς 1 διαλλαγῶν Ma sed 7)5 supra cbv | ante ἀναμνήσθητι ras 4—5 liti Lau 7 δ’ inserui δὲ ante πράγματος Gasda om libri edd 8 κωλῦσαι CMaBLLau edd at cf. 1. 1 272.5; 402, 3; 487, 12; t. II 260, 8; 411, 5; t. III 211, 8; 285, 18; t. V 116, 12 κωλύσαιμι I sed γρ ἀποστερήσαιμι suprascr m 2 9 τοῦτον τῶν πατρῴων I | τούτων B 10 οὐκ C 11 ἔστι C | τὸ scripsi e CBILau τὰ Ma L edd 12 οὕτως scripsi οὕτω libri edd 13 ἀπίασι scripsi cum Gasda coll Soph. Phil. 1067. Ant. 315. Eur. Alc. 680. Soph. Oed. Col. 1279 ποιοῦσι ποιοῦσιν B) libri edd I καὶ — ἐνοχλοῦσιν om B | πάλιν I 15 voce ἀλγεῖν inci- pit Cr fol. 15 r sed pauca dispici queunt 16 ἀπέχρη Ma sed ε corr m 4 17 πραοτέροις Ma 20 λυπηρότερον L Bed ρότε- ρον e ρὸν corr m 2 λυπηρὸν CMaBILau 21 τι cum ras ὃ litt C ἵππους συμβαῖνον. καὶ γὰρ ἐκείνων τὰς ἀταξίας ὁ ἱππεύων πρῶτον μὲν πειρᾶται φωνῇ κατασχεῖν, ἔπειτα μάστιγι, τούτων δὲ οὐκ ἀποχρώντων τῷ χαλινῷ τὴν γνάθον καθῄμαξεν, ὁ δ’ ἐσωφρόνησε. καὶ οὐδεὶς αὐτόν φησι λυμαίνεσθαι τὸ θρέμμα τούτοις, ἀλλ’ εἶναι δι- δάσκαλον ἵππου σπουδαῖον. εἰς ταῦτα καὶ τὰ τῆς ἀποκηρύξεως, ὦ Θεμιστόκλεις, φέρει, τὴν ἀταξίαν ἀπο- θέσθαι τὸν νέον καὶ γενέσθαι καλὸν κἀγαθόν. τοῦτο οἱ πατέρες ζητοῦσι, τοῦτο πρὸ τῶν πατέρων ὁ νόμος. οὐ γὰρ δή που κατὰ τῶν γενῶν ἐγράφη διασπῶν τε αὐτὰ καὶ τέμνων. οὐ γὰρ τοῦτ’ ἔργον νόμου βλάπτειν τοὺς θεμένους, ἀλλ’ εὖ ποιεῖν, οὐδ’ ἴνα αὐτὸς ἀντὶ τῶν ἐκβαλλομένων γίγνοιτο τῶν χρημάτων κύριος, γελοῖον γάρ, ἀλλ’ ὅπως ἐπανίοιεν εἰς τὸν πατρῷον οἶκον ὑγιαινούσαις ταῖς γνώμαις. σημεῖον δέ, οὐ γὰρ RIV 383 ἄλυτον | ἔγραψεν εἶναι τὴν ἀποκήρυξιν, ἀλλ’ οἷς ἐκβάλλειν, τούτοις ἔδωκεν ἀπολαβεῖν καὶ τοῖς αὐτοῖς ἀποστῆναί τε τῆς τοῦ πατρὸς τάξεως καὶ πάλιν αὐτὴν κομίσασθαι. 4 Plat. Phaedr. p. 254 E 1 ὁ ἱππεύων τὰς ἀταξίας | 2 τῇ ante φωνὴ | 4 ὁ δ’ scripsi cum lacobsio Lect 117 ὅδ’ libri edd | καθῄμαξε καὶ ὧδ’ lacobs Add 127 | αὐτῶν C 5 τὸ θρέμμα τούτοις λυμαίνεσθαι | 6 ἵππου reposui e libris ἵππον Cr edd ἵππων coni Re 8 τῶν νέων I sed in τὸν νέον corr m 2 10 γὰρ om C I νεῶν Ma 11 αὐτὸν Lau | καὶ γὰρ οὐ τοῦτ’ I 12 χρωμένους L sed χρῶ in ras 14 ὅπως reposui e Ma BLILau, ut coni Re ὅπερ Cr edd ὧσπερ C | ἐπανίοιμεν Ma sed ὲν supra μὲν m 4 | πατρῷον I 15 ὑγιαινούσῃ Ma | οὐδὲ I 16 ἔγραψεν εἷναι scripsi e CMaBLILau ἔγραψε Cr edd 17 „fort. τούτοις ἔδωκε καὶ ἀπολαβεῖν scil. τοὺς παῖδας. Alias si οἶς non ad γονεῦσι referatur, sed ad ῥήμασι, tum leg. erit ἐμβάλλει [leg. ἐκβάλλει] quibiis verbis eiicit h. e. eiiciendi liberos facultatem dat patribiis, iisdem verbis etiam eos resumendi dat facultatem” Re Ἀλλ’ εἰσὶν οἳ παίδων κακίας εὐχερῶς ἤνεγκαν. οὐ λέγεις μοι πατέρας, ὦ Θεμιστόκλεις, ἀλλ’ ἐχθροὺς καὶ πολεμίους καὶ ὧν ἐγέννησαν ὀλέθρους καὶ οὓς ἐγὼ φαίην ἂν εἶναι τῶν ἀνδροφόνων κακίους, οὓς οὐδὲ τὰ δίκαια τῆς φύσεως ἠνάγκασε γενέσθαι χρηστούς. σὺ μὲν οὖν φὴς εἶναί τινας οἱ παισὶν ἐπέ- τρεψαν ὅ τι βούλονται δρᾶν, εὕροι δ’ ἄν τις ἴσως καὶ παιδὸς πατέρα προαγωγόν, εἰ καὶ μὴ παρ’ ἡμῖν, μὴ γὰρ εἴη τις τοιοῦτος Ἀθήνησιν, ἀλλ’ ἑτέρωθι.