τούτων, ὦ ἄνδρες δικασταί, γιγνομένων πολλοί μοι προσιόντες καὶ τῶν ἀναγκαίων καὶ τῶν ἐπιτηδείων εὖγε, ὦ Νεόκλεις, ἔλεγον. καλῶς εἶδες ὅθεν ἂν ἐπανορθώσαις τὸν υἱόν. εἰς δέον, ὡς ἔοικε, πάντα ἐκεῖνά σοι πέπρακται. μεγάλας φροντίδας εἰς τὸν νοῦν ἐμβέβληκε καὶ προσδέ- χεται κίνησιν Περσικὴν καὶ πῶς ἂν τὴν προσ- βολὴν ἀποκρούσαιτο σκοπεῖ. καὶ ταῦτα ἀκούων ἡδόμην τε καὶ τῶν ἐλπίδων εἰς λύσιν τῆς ἀποκηρύξεως ἀνέμενον τὸ τέλος. ὃ καλῶς ποιοῦν ἥκει. μέγας ἡμῖν, ὦ ἄνδρες Ἀθηναῖοι, Θεμιστοκλῆς ἐν βου- λαῖς, ἐν ἔργοις, ἐν λόγοις, ἐν ὅπλοις, ἐν γῇ, ἐν θα- λάττῃ, ἐν τοῖς Ἕλλησιν, ἐν τοῖς βαρβάροις. καὶ διὰ τὴν τούτου γνώμην οἷς ἠκολουθοῦμεν ἡγεμόσι, τού- των πεφήναμεν βελτίους. λύεται δὴ μετὰ τῶν κοινῶν φόβων καὶ τῆς ἀποκηρύξεως ἡ γνῶσις καὶ τὸ εἰκὸς ὁ καιρὸς λαμβάνει. ὥσπερ γὰρ πρότερον ἐκείνων ἴδει τῶν τοῦτον | σωφρονιούντων, οὕτω νῦν τῆς RIV 378 ἀρετῆς ἀνωμολογημένης πεπαῦσθαι χρὴ ταῦτα ὧν πρό- τερον ἔδει. 15. Ἀλλ’ οὐ βούλομαί φησιν. ἀλλὰ βουλήθητι. τὸ γὰρ ἐθέλειν ἄμεινον, ἔνθα ἂν ᾖ τὸ μὴ βούλεσθαι 3 Plat. Gorg. p. 494 C 14 Thuc. I 94 sq. 1 γινομένων I 3 νικόκλεις I | εἶδ’ C 4 εἰ Ma sed ς Spdd m 5 6 ἐμβέβληται CMa 8 κίνησιν C | καὶ τοιαῦτα ἃ ἀκούων coni Re 10 ποιοῦν Lau sed ποίων in marg 12 ἐν ὅπλοις ἐν λόγοις Ma sed ἐν λόγοις ἐν ὅπλοις corr m 2 13 τοῖς bis om I 14 τούτων e τούτου corr Lau 15 δὴ scripsi e MaB δὲ reliqui libri edd 18 τοιοῦτον Ma | σω- φρονιούντων scripsi cum Cobeto Coll 293 σωφρονούντων libri edd σωφρονιζόντων Gasda | οὕτως ἐν τοῖς Ma 21 φὴς Ma 22 μὴ om Ma κακόν. καὶ δεῖ δή που τὸν οὐχὶ βουλόμενον εἰκότως φαίνεσθαι μὴ βεβουλημένον. εἰ δὲ οἱ λογισμοὶ πρὸς τὴν πρᾶξιν ἐνάγοιεν, ὁ δὲ μάχοιτο, δικαίως ἂν ὅ γε τοιοῦτος καταναγκάζοιτο. σκόπει γάρ. ἐν ταῖς εἰσφοραῖς οἱ μὲν ἑτοίμως εἰσφέρουσιν, οἱ δ’ ἥδιστ’ ἂν μὴ θεῖεν, ἀλλ’ ὅμως οὐδεὶς ἀνέξεται. Θηβαῖοι δὲ δικαίως ἂν μεθ’ ὑμῶν πολεμοῦντες ἔδοσαν αὑτοὺς τῷ Μήδῳ καὶ συνεπεστράτευον. οὐκοῦν τὰ προσήκοντα μὴ βου- ληθεῖσι μεταμέλει νῦν καί εἰσιν ἀθλιώτατοι πάντων ἀνθρώπων ἐξ ὧν οὐκ ἠθέλησαν. πάλιν ἥκοντος ἐκ Δελφῶν τοῦ ξυλίνου τείχους καὶ σοῦ τὸν νοῦν εὑρόν- τος τῶν λογίων καὶ τὰς τριήρεις ἐν τῷ τείχει τούτῳ δηλοῦσθαι λέγοντος καὶ παραινοῦντος ἐκλείπειν τὴν πόλιν ἦσαν οἱ μὴ βουλόμενοι τοῦτο. καὶ καταμείναντες ὡς δὴ τῆς ἀκροπόλεως ξύλοις τετειχισμένης ἀπώλοντο κακῶς οἶ μὴ βουληθέντες. 6 Her. VII 233 11 cf. p. 498, 15. Her. VII 141 sq. Aristid. pro IV viris t. II p. 249, 12 sq. ed. Dind. 15 Her. VII 142 1 καὶ] εἰ Ma I εἰκότως om 1 2 μὴ inserui e CMaL sed in hoc eras, I, ut negationem postulavit Gasda om BLau edd | βεβουλημένον] βεβουλημένου (sed η in ευ corr m 2) καλῶς ἔργον ποιεῖν I I δ’ MaB | οἱ μοι Ma sed μοι in μὲν corr m 2 3 οἱ Ma sed in ὁ corr m 2 | μάχοιντο Ma sed ν eras | ὅ γε Ma sed ὅ corr m 2 ὁ Lau 5 οἰ(2) scripsi CBLLau Re οἴ Mal Mor 6 ἀφέξεται Gasda | δὲ om CMa 7 ἡμῶν Ma | αὐτοὺς scripsi 6 CLI αὐτοὺς MaBLau edd | δήμω C 8 συνεστρά- τευον ILau I οὐκ οὖν Lau | βουληθεῖσι scripsi e CMaBILau βουληθέντες L sed θέντες in ras m 2, edd lacobs Lect 116 9 μεταμέλει scripsi e C cum lacobsio μετάμελοι I μετα- μέλοι reliqui libri edd μεταμέλον coni et καὶ del Re μετα- μέλονται Gasda 14 ἦσαν, οἳ Re 15 ξύλοις in ras L 2 πύργοις ILau | ἀπώλοντο, κακῶς μὴ vel ἀπώλοντο κακῶς, κα- κῶς μὴ coni Re 16 οἱ μὴ βουληθέντες L sed μὴ suprascr, I sed γρ οἱ μὴ βουληθέντες ἐξελθεῖν δῆλον suprascr m 2 βουλη- θέντες Ma sed οὐ et θ corr m 2 et γρ οἱ μὴ βουληθέντες in marg m 3 οἱ βουληθέντες Lau οὐ βουληθέντες CB οἷα μὴ βου- ληθέντες ἐς coni lacobs Lect 117 „utpote non “) 17. Ὅταν οὖν λέγῃς δεινὸν εἶναι τὸ τὴν οἰκίαν ἄκοντα κομίσασθαι καὶ τιμωρίας διαφέρειν οὐδέν, μάνθανε πολλὰ τῶν ἀκουσίων τοῖς ἠναγκασμένοις λυσιτελήσαντα. ὁρᾷς τοὺς παῖδας τοὺς κομιδῆ τοὺς ἄκοντας ἑλκομένους εἰς τὰ διδασκαλεῖα; οὗτοι κατα- ρῶνται μὲν τοῖς παιδαγωγοῖς, ἄκοντες δὲ γιγνόμενοι βελτίους ὕστερον ἐπαινοῦσι τὰς ἀνάγκας.