ἀλλ’ ὅμως οὕτως οὔσης δικαίας τῆς πράξεως φόνου δίκην ἀπαιτήσων ἥκει καὶ παιδὸς ἐστερῆσθαί φησιν ὑπ’ ἐμοῦ καὶ εἰ μὴ τὸν Ποσειδῶνος Ἁλιρρόθιον ἀπέκτεινα ἐρωτᾷ πρᾶγμα συκοφάντου ποιῶν ὁ τοῦ Δῖός ἀδελφὸς τὸ μὲν ὅτι τέθνηκε λέγων, τὸ δὲ ἐφ’ ὅτῳ παραλείπων, καὶ τὸ μὲν τῆς χειρὸς ἔργον τραγῳ- δῶν, τὴν γνώμην δὲ ᾗ ἡ χεὶρ ὑπηρέτησε πρὸ τῶν ἀπὸ χειρὸς οὐ βουλόμενος ἐξετάζειν.