ὡς δ’ ἦν παῖς ἐμὴ καὶ ἀπεπήδα μᾶλλον ἀλγοῦσα τοῖς ῥήμασιν ἢ εἰ ἐτέτρωτο, τὸ μὲν αἰσχυνθῆναι καὶ κατασχεῖν ἑαυτὸν ταπεινὸν ἐνόμισεν, ἐπελθὼν δὲ δρόμῳ καὶ λαβόμενος φευγούσης, ἐπειδὴ πείθειν οὐκ εἶχε, προσῆγε τὴν βίαν αἰσχύνῃ περιβάλλων τὴν κόρην πρᾶγμα ἀφαιρούμενος οὗ πάντα ὕστερα παρθένῳ.