καὶ διὰ τοῦτο εὕρηνται καὶ οἱ λιμοὶ καὶ οἱ λοιμοὶ καὶ τὰ ἐξ οὐρανοῦ βέλη, ὅπως ὁ φόβος τοῖς ἀνθρώποις ἀμείνους ποιῇ τὰς γνώμας. μαθέτωσαν δὴ τῶν ἐπιθυμιῶν περιεῖναι καὶ τῶν παρθένων ἀπέχεσθαι καὶ πασῶν καὶ πανταχοῦ καὶ διὰ πάντων καιρῶν νήφοντες, μεθύοντες, ἐν νυξίν, ἐν ἡμέραις, ἐν ἀγροῖς, ἐν ἄστεσι, πλουσίων, πενομένων. εἰ δὲ οὐκ ἂν δύναιντο, ξίφη τοῖς | πατράσιν RIV 419 ἑλκέσθω. 30. Τούτων ἔπρεπέ σε νομοθέτην, ὦ Πόσειδον, εἶναι. σὺ δὲ τῶν ἐναντίων ἐθέλεις Κρόνου παῖς ὢν καὶ Δῖός ἀδελφός, ὅνπερ, εἰ καὶ αὐτὸς εἶχον παρ’ ἐμαυ- τῷ τὴν χεῖρα, ἐχρῆν <τὸν> ἀποκτιννύντα γενέσθαι συνη- δικημένον ἡμῖν. κακία γὰρ παιδὸς αἰσχύνη πατρός. ἧς ὁ πονηρὸς υἱὸς ὀφείλει τῷ γεγεννηκότι δίκην.