ἀπειχόμην ἂν Ἁλιρροθίου κατὰ πετρῶν ὤσαντος τὴν παρθένον, ὀφθαλμὸν ἐκκόψαντος, χεῖρα πεπηρω- κότος, ἄλλο τι μέρος τοῦ σώματος, αὐτὴν ἀφελομένου τὴν ψυχήν, εἰ καὶ δεινότατόν σοι τοῦτο εἶναι φαίνε- τᾶι; ἐμοὶ μὲν γὰρ τὸ ζῶντα ὀδυνᾶσθαι μᾶλλον ἢ τὸ μηκέτ’ εἶναι. τὸ μὲν γάρ ἐστιν οὐδενὸς αἰσθανόμενον κεῖσθαι, τὸ δὲ τηκόμενον ἐπιθυμεῖν θανάτου. οὕτως ἡ ζῶσα αὕτη τοῦ τεθνεῶτος ἐκείνου δι’ αὐτὸ τὸ ζῆν ἀθλιωτέρα. οὐ γὰρ ἀπαλλάττει τῆς γῆς τὸ πρόσωπον οὐδὲ παύει κλάουσαν αὐτὴν οὐδεὶς λόγος. ἴσον δὲ πέτρᾳ καὶ Ἀλκίππη διαλέγεσθαι. κεῖται δ’ ἄσιτος ἐκ- δοῦσα τὸ σῶμα κακοῖς. ἆρ’ οὐ δυστυχεῖ περιοῦσα; εἰ δὲ ἐμοίχευεν Ἁλιρρόθιος, καὶ τότ’ ἂν αὐτὸν ἔδει μαστιγοῦν ἢ δεῖν, ἀποκτείνειν δὲ μή; καίτοι δεινὸν μὲν κἀκεῖνο, πολλῷ δὲ δήπου δεινότερον τοῦ γημαμέ- Anal. I 379 Lect 120 App Pors 327 et Gasda ὧσπερ βουλὴν libri sed ὧς ὑπερβολὴν in marg C et γρ΄ ἐπιβουλὴν in marg Va3, edd 1 ἣν ἄν] ἐνῆν coni Gasda 3 οὕτω Ma sed γρ ὄντως suprascr m2 οὕτως Η 4 δ’ ἔδει scripsi e Vi ut coni Re et lacobs Lect 120 δὲ δεῖ reliqui libri edd 5 γελᾶν om Β 6 ἀπειχόμην Va sed εἰ in ras m2 8 αὐτὴν — 9 εἷναι in marg Va 9 τὴν ψυχήν, εἰ καὶ inser Ma2 | δεινοτάτη Cl 10 signum interrogationis posui ex H colon reliqui libri edd | δεινὸν ante μᾶλλον edd delevi 11 μηκέτι Vi 13 δι — 14 ἀθλιωτέρα om Β | ἀθλιώτερον Cl\ 15 κλάουσαν scripsi ex HCViBMaCl κλαίουσαν Va edd | ἶσον HCViMaCl 18 μὴ ὕβριζεν εἰς αὐτὴν παρθένον οὖσαν, ἀλλ’ ἀνδρὶ συνοικοῦσαν ἐμοίχευεν· εἰ δέ ante ἐμοίχευεν Vi | ἂν om Β 19 δῆσαι, ἀποκτεῖναι Β 20 δήπου om Β νῆν ἀδικηθῆναι τὸ κωλυθῆναι γάμου τυχεῖν, ὥσπερ τοῦ χρημάτων ἅ τις εἶχεν ἐκπεσεῖν τὸ μηδὲ κτήσασθαι τὴν ἀρχήν. 17. Ἠράσθη γάρ, φησι, καὶ τὴν Ἔρωτος μεγά- λην τέ τινα καὶ πολλὴν εἶναι δύναμιν καὶ μη- δενὸς ἀπέχεσθαι μηδὲ αὐτῶν τῶν θεῶν. καὶ οὐκ ᾐσχύνετο τοῖς κατὰ τῶν θεῶν λόγοις ὑπὲρ τῆς ἀκρα- σίας Ἁλιρροθίου χρώμενος. ἐγὼ δὲ θαυμάσαιμ’ ἂν εἰ θεὸς ὧν ὁ Ἔρως κακῶν αἴτιος οὐ λέγω θεοῖς, ἀλλ’ ἀνθρώπων τινὶ γίγνεται. θεοῦ γάρ, οἶμαι, παύειν κακά, σὺ δ’ αὐτὸν λέγεις ἀναγκάζειν μαίνεσθαι. ὁ δὲ φιλίας μὲν δικαίας ἐνεργάζεται τοῖς ἀνθρώποις, ἀδί- κοις δὲ μίξεσιν ἐκείνων οὐ φιλοτιμεῖται, ἀλλὰ ὑπὸ τῶν οὐ δυναμένων σωφρονεῖν ἀδικεῖται τῆς αὑτῶν μέθης ἐκεῖνον αἰτιωμένων, οἱ καὶ τῶν ἐν τοῖς τοιού- τοῖς ἐπιορκιῶν οὐκ εἶναί φασι δίκας αὑτοὺς ἐξαπα- τῶντες.