εἰ μέν τις ἔχει ταῦτα ἐπιδεικνύναι, πονηρός εἰμι καὶ φαῦλος θεὸς καὶ δίκην ὀφείλω καὶ σιωπῶ καὶ καταψηφίσασθε· εἰ δ’ οὐδὲν μὲν ἂν τούτων ἐξελεγχθείη, Ἁλιρροθίου δὲ ἀμφότερα, καὶ ἃ δέδρακε καὶ ἃ πέπον- θεν, ἃ γὰρ οὐκ ἂν ἔπαθεν οὐκ ἀδικῶν, ταῦτα αὑτὸν ἔδρασεν ἠδικηκώς, τί μου διαβάλλεις τὸν τρόπον ὑπερ- βὰς τὸν ἀναγκάσαντα; 11. Πῶς δ’ εἰς φόνων ἐπιθυμίαν ἀναφέρεις τὸ πεπραγμένον οὐδὲν ἄλλο πείθων τούτους ἢ ὅτι μαίνο- μαι καὶ τοῦ κάκιστος εἶναι ἐπιθυμῶ; τὸ γὰρ τηνάλλως 4 cf. p. 421, 11 7 Dem. p. 849, 10 8 Dinarch. or. I ’ξ 36 p. 94, 41 16 cf. p. 421, 17 1 βλάψας om CVi βλέψας HVa sed in hoc ἑ in ἁ corr m 2, MaCl „aut delendum est βλάψας (et abest quoque a Wolf.) aut sic leg. οὐ μὴν δυνηθεὶς, μισεῖται, καὶ μηδὲν βλάψας exosus est, etiam si damnum nulhim dederit. καὶ πάλιν εὖ ποιῆσαι βου- ληθείς“ Ke I καὶ μὴ δυνηθεὶς post βουληθεὶς CVi edd sed deest in γρ in marg Mor 3 διατί HViMaCl 4 signum interro- gationis post παιδός CViVaBCl edd delevi (5 λυποῖτο Va sed οιτο in ras m 2 | εἰ στένοι scripsi ex HViVaBMaCl ἢν στένῃ C edd 7 Ποσειδῶνος reposui e libris Ποσειδῶνι edd sed γρ Ποσειδῶνος in marg Mor | ὃς ante καὶ(1) H | καὶ] ἢ CVi 8 καὶ om CVi | θείου scripsi e VaBMaCl ut e Par 3017 Bast app ep crit 51 βίου HCVi edd sed patriii vertit Mor τουτουὶ coni Gasda 11 αὐτῶν CVi | ἐξελεγχθείη scripsi ἐξε- λεγχθείην libri edd 13 ἂν om Mor | πέπονθεν Ma | αὐτὸν HViCl Mor 18 τηνάλως HCViVaMaCl cf. p. 272,13 φόνων ἐρᾶν μανίας. ἐμοὶ δὲ ἀρχὴ μέν εἰσιν οἱ πόλεμοι, σκοπῶ δὲ καὶ ἐν ἐκείνοις τούς τε ἀδικοῦντας τούς τε ἀδικουμένους καὶ τῶν ἠδικηκότων ὑπὸ τῶν ἠδικημένων πιπτόντων ἥδομαι. κοινωνοὶ δὲ τῆς ἀρχῆς ταύτης εἰσί μοι καὶ ἄλλοι θεοί, ὥσπερ ἀμέλει καὶ ἡ Ἀθηνᾶ. καὶ ὅπουπερ ἂν συμπεσόντα στρατόπεδα μάχηται, χωροῦ- μεν ἐπὶ τὴν τούτων θέαν καὶ ταῖς ἀρεταῖς τῶν ἀρι- στευόντων τερπόμεθα, ἀλλ’ οὐκ εἰς τὰς πόλεις διὰ τοῦτο εἰσιόντες τοὺς προστυγχάνοντας σφάττομεν οὐδὲ ἐπερχόμεθα τὴν γῆν τὴν μὲν εἰρήνην ἐξελαύνοντες, εἰς πολέμους δὲ καὶ ταραχὰς ἄκοντας τοὺς ἀνθρώπους ὠθοῦντες, ἀλλ’ ἔδοξε τῷ Διὶ καὶ τοῦτο βασιλεύεσθαι τὸ μέρος.