φέρε, εἰ θέατρα ἀν- θήσειε τοῦ χρόνου προἰ·όντος καὶ παννυχίδες καὶ ποι- ητῶν ἀγῶνες καὶ περὶ κόρας γίγνοιτο θεωμένας νεα- νίσκων ἔργα τοιαῦτα, καλὸν τοῖς τῶν κορῶν νομοθε- τῆσαι πατράσι ξίφη λαμβάνειν ἐπὶ τοὺς μωραίνοντας; τοῦτο δὲ γένοιτ’ ἂν Ἄρεος ἀποφυγόντος. εἶ δὲ ἁλοίη, τοὐναντίον. τὰ γὰρ παρὰ τοῖς θεοῖς κριθέντα καλῶς ἔχειν καὶ παρὰ τοῖς ἀνθρώποις εὐδοκιμεῖν ἀνάγκη.