πόσῳ βελτίων ἂν ἦσθα τὸν μὲν καθείρξας, ἐμοὶ δὲ προσιὼν καὶ λέγων· Πόσειδον, ἀδικεῖ με Ἁλιρρόθιος· οὐκ ἔστι μοι παρθένος Ἀλκίππη. δότω μοι δίκην τοῦ τολμήματος. αὐτὸς ἡμῖν δίκασον. εἰ ταῦτα ἤκουον, οὐκ ἂν ὑμῖν τοῦτον μὲν ἐπαινέσαι δοκῶ, χαλεπὸς δ’ ἂν ἐκείνῳ γενέσθαι καὶ πλὴν τοῦ κτεῖναι πᾶσιν ἂν ἐπ’ αὐτὸν χρῆσθαι λύων τούτῳ τὴν λύπην τοῖς ἐκείνου κακοῖς;