εἴθε σε μετ’ Ὀδυσσέως ἀπήγαγον αὖ- ραι καὶ πανταχοῦ πλανώμενος μᾶλλον εὐτύχεις ἢ τὴν οἰκίαν ἰδών. νῦν δὲ σὺ μὲν ἐπανῆλθες θᾶττον τοῦ δέοντος ὥσπερ πρὸς τὸ παθεῖν ἠπειγμένος, ὁ δὲ Ὀδυσ- σεὺς ὅσον ἐπὶ τῇ γυναικὶ κατ’ οἶκον εὐτυχῶν πόρρω ποι φέρεται. ἀλλ’ ἐπανέλθοι ποτὲ καὶ φανείη τῇ Πη- νελόπῃ καὶ θεάσαιτο πῶς οἱ μνηστῆρες τὴν οἰκίαν κατειληφότες γυναικὸς ἡττήθησαν σώφρονος. 60. Ἀλλὰ δακρύων μὲν ἴσως καὶ αὖθις ἔσται και- ρός, ὑμεῖς δέ, ὦ ἄνδρες, ὅσοι πατέρες ἐστὲ καὶ παῖδας ἔχετε καὶ γυναικῶν σωφροσύνης λόγος ὑμῖν ὅσοι τε παῖδες εὐτυχῶν πατέρων καὶ μητέρας ἔχετε σώφρονας, ἐπὶ λογισμὸν τὸν ἡμέτερον πατέρα λαβόντες καὶ τὴν ἐμὴν ὑπὲρ ἐκείνου σπουδὴν παρθένον τε ταύτην Ἠλέ- κτραν σὺν ἐμοὶ δυστυχοῦσαν ἥτις ἔστηκεν ἀνακαλουμένη τὸν πατέρα καὶ δακρύων οὐκ ἀπαλλάττεται, ταῦτα 20 1 Arist. Eccl. 726 sq. 9 Dem. p. 278, 12 | Eur. Or. 588 19 Soph. El. 137 1 κοινὸς om M κοινῶς Ma | „malim καὶ ἡ περὶ σοῦ“ Re 2 πάντως Plan 4 ἐπανιόντος Va sed ι supra ος m 2 ἐπανιόντι MVi Re | ἐρριννύες Va sed in corr m 2 ἐρινύες La ἐππινύες Vi 5 μετοδυσσέως La 6 μᾶλλον scripsi ex HVVaLaBMaCl πάντως MVi Mor et e Bav. Re sed adnotat: „non male utrumque copules πάντως μᾶλλον ἂν εὐτύχεις“ | ηὐτύ- χεις V 8 ἠπειγμένος Ma sed in ἐπειγόμενος corr m 3 ἐπεισ- μένος Va 9 κατ’ οἶκον Ma sed κατ’ οἷ in ras m 3 τοσοῦ- τον Cl 10 που H 11 πῶς οἱ] πόσοι MVi 13 καὶ ἴσως Va | καὶ om Mor 15 ἔχετε Ma sed ἔ in ras m 3 | γυναικὸς Ma Cl I ἡμῖν V 17 λογισμὸν scripsi e HVVa sed in hoc ὸν in ῶν corr, B λογισμοῦ LaVi sed in hoc μὸν suprascr m 2, Ma sed ὰν suprascr m 3, Cl edd 20 ἀπαλλάσσεται MaCl λογισάμενοι καὶ ὧς οἰκτρὸν ταῖς ἡμετέραις περιπεσεῖν συμφοραῖς καὶ δόξαντες ὑμῖν παρεστάναι τὸν Ἀπόλλω τὸν Πύθιον καὶ κρίσιν ἐφορᾶν τὴν παροῦσαν καὶ χαλε- παίνειν εἰκότως, εἰ τοῖς ἐκείνου πεισθεὶς ἐπιτάγμασι πείσομαί τι τῶν οὐχ ὁσίων, ψῆφον ἐνέγκατε σήμερον πρέπουσαν εὐσεβείᾳ καὶ σωφροσύνη καὶ νόμοις. 1 ὡς om Vi 2 ἡμῖν HMa sed in hoc ν supra η m 3, Cl 3 τὸν in marg inser Vi 2 | ὑφοφᾶν Va 5 ἐξενέγκατε La BMa sed in hoc ἐξ antepos m 3 | τήμερον M