57. Ἡ δὲ μήτηρ, ἐγὼ μὲν αὖθις καὶ λέγειν ὀκνῶ, ἀλλ’ οὕτως ἔδοξε τῷ κατηγόρῳ καὶ τῆς ἀνάγκης πάλιν ὁ λόγος, αὕτη τοίνυν, ὥσπερ οὐκ ἀρκουμένη τοῖς προ- λαβοῦσιν, ἔτι πρὸς ἐκείνοις ἐβουλεύσατο μετ’ Αἰγίσθου τὸν φόνον. αὕτη μονονουχὶ τὸ ξίφος ἐγύμνου, τὴν δεξιὰν ἀνέσχεν, ἐπήνεγκε τὴν πληγήν, γύναιον, ὦ θεοί, κατ’ ἀνδρὸς συνοικοῦντος αὐτῆι νενικηκότος, μόλις ὀφθέντος, μόλις ἀπηλλαγμένου τῶν ἔξω κακῶν. οὐκ ἐλογίσατο παρὰ τὴν πρᾶξιν· ἐγὼ τὸν ἄνδρα τὸν ἐμαυτῆς, ὅς με παρθένον ἠγάγετο, παίδων ὄν- των, μηδὲν ἐγκαλεῖν ἔχουσα, παρὰ τὴν πατρῷ’ ἀν’ ἑστίαν; ἐνταῦθα μετ’ ἐκείνου γαμήλιον εἶδον λαμπάδα. εἶτα νῦν ἀντὶ ταύτης αἰρόμενον ἴδω ξίφος; καὶ παρὰ τὴν παστάδα θεάσομαι πεπτω- κότα; ποίοις ὄμμασιν ἴδω; πῶς φέρῃ τὴν τόλ- μαν ἡ θέα; τούτων οὐδὲν εἰς νοῦν εἰσῆλθεν, ἀλλ’ ἐτόλμα καὶ διεπράξατο. καὶ κεῖσαι νῦν, ὦ πάτερ, οἰ- κτρῶς. ὧς ἀνομοίαν εἶδες ταύτην τὴν ἡμέραν ἢ ὅτε τὴν ἐπὶ Τροίας ἡγήσω. τότε βασιλεὺς ἀνηγορεύθης 4 Od. δ’ 92. Eur. EL 9 5 Aesch. Emn. 582 9 cf. ad t. IV 135, 1 17 Od. λ 420 | Soph. EL 102 1 αὖθις inser Va 2 2 καὶ — 3 λόγος in marg H 3 αὖθις M | ἀρνουμένη Mor 4 προσκείμενον Ma sed πρὸς ἐκεί- νοις suprascr m 3 προσκειμένοις ὢ 9 περὶ HVLa κατὰ Va sed παρὰ suprascr m 2 10 με om Mor 11 περὶ HV om Va I πατρῴαν HVaLa 12 ἐνταῦθα reposui e Hbris ἔνθα edd | ἦδον Ma sed ἡ in εἰ corr m 3 13 εἶτα νῦν] εἶτ’ MaCl 14 περὶ VaMaCl | θεάσομεν Ma sed ὲν in αἰ corr m 3 15 φέρῃ scripsi φέροι Vi φέρει reliqui libri edd 16 πῶς αἱ χεῖρες ὑπηρετήσουσι post θέα; M | εἰς νοῦν οὐδὲν HVVa Re | εἰσῆλθεν scripsi ἐπῆλθεν libri edd 17 καὶ(2) inser ’ 18 ὧς — 409, 2 φήμη citat Plan fol 105 | ἀνομοίαν Ma sed οι in ras m 3 ἀνομίαν VViCl | τὴν om VaM 19 τὴν om Mor „malim τῆς scil. ὀδοῦ vel στρατείας“ Re κοινὸς καὶ ἀπεβλέπου καὶ τὴν Ἑλλάδα ἦγες καὶ περὶ σοῦ πάντα κατεῖχεν ἡ | φήμη. ἦλθες εἰς Τροίαν RIV 133 καὶ πολέμους εἶδες καὶ μάχας καὶ τὴν Ἕκτορος οὐκ εὐτυχῶς διέφυγες δεξιάν, ἀλλ’ ἐπανιόντος ’Εριννύες ἡγήσαντο.