39. ’Αλλἀ κρίνειν ἴδει τὴν μητέρα καὶ δικα- στηρίῳ παραδιδόναι. τοῦτο γὰρ καὶ τὸν θεὸν δηλοῦν τιμωρεῖν λέγοντα τῷ πατρί. ἔοικεν ὁ κατήγορος ἀντιλέγειν μόνον ἐσπουδακέναι καὶ πάντα λέγειν ἑτοίμως, εἰ δὲ δικαίως ἢ ἀδίκως, οὐ πάνυ φροντίζειν. νῦν μὲν γὰρ δι’ αἰσχρᾶς ἀπολογίας ἐπει- ρᾶτο καλύπτειν τὰ πεπραγμένα, νῦν δὲ μόλις μετατί- θεται καὶ τὴν αἰτίαν ὁμολογῶν ὧν εἰργάσμεθα περὶ τοῦ τρόπου τῆς τιμωρίας ἡμῖν ἀντιλέγει. οὐ μὴν ἀλλ’ ἐρέσθαι τοῦτον ἐναντίον ὑμῶν βούλομαι· εἰπέ, πρὸς Δῖός, πότερον ἐπ’ ἀδήλοις ἐγκλήμασιν ἡ μήτηρ ἀνῄρηται; τοῦτο μὲν οὐκ ἂν εἴποι παρ’ εἰ- δόσιν ὑμῖν. τοσοῦτον γὰρ δυστυχοῦμεν ὡς τὰς ἡμετέ- ρας δυσπραγίας πᾶσιν ἐγνῶσθαι. τῶν γὰρ ἐκ τύχης ἐπισήμων, εἴθε δὲ τούτων οὐκ ἦμεν, καὶ τὰ πάθη πᾶσι κηρύττεται.