3. Ὂ δέ με μάλιστα λυπεῖ περὶ τουτονὶ τὸν ἀγῶνα, τοῦτο πρὸς ὑμᾶς οὐκ ἀποκρύψομαι, ὅτι[περ] ἡ τῶν παρόντων πάντων αἰτία, δι’ ἢν οἴχεται μὲν οἰκτρῶς ὁ πατήρ, ἐγὼ δὲ παραδόξως κρίνομαι σήμερον, αὕτη μοι μήτηρ εἶναι δοκεῖ. κἂν μὲν αἰδούμενος τὰς οἰκείας συμφορὰς σιωπήσωμαι, οὐκ ἔχειν <ἂν> a δόξαιμι δι’ τὴν ἀπολογίαν πληρώσω· ἂν δ’ ὑπὸ τῆς ἀνάγκης τἀ- ληθῆ λέγειν προάγωμαι, δόξω τὰς ἡμετέρας προφέρειν ἐγὼ συμφοράς, ὅν ἐρυθριᾶν ἴδει διηγουμένων ἑτέρων, καὶ μηδὲ περιστέλλειν εἰδέναι τὰ σιωπῆς ἄξια. τού- του μὲν οὖν αἴτιος ὁ κατήγορος ὥσπερ τοῖς ἡμετέροις ἐπεντρυφῶν ἀτυχήμασι καὶ εἰς τοιαύτην ἡμᾶς αἵρεσιν καταστήσας ὥστε καὶ τῶν λεγομένων αὐτὸς ἂν ἔχοι τὴν αἰτίαν εἰκότως. ἐγὼ δὲ πειράσομαι μετρίως τοῦτο ποιεῖν, ὡς ἂν οἷός ὦ. παραιτήσομαι δὲ τοσοῦτον ὑμᾶς μέτριον, ὧς ἐμαυτὸν πείθω· ἂν μεταξὺ λέγων ἀναμνησθῶ τοῦ πατρὸς καὶ τῶν καλῶν τῆς μητρὸς 1 ὁ La sed add n et post ο ras 1 litt | δέ με scripsi e LaB Par 3017 cum Boissonadio Pachym. 165 δέ μοι Ma δὲ reliqui libri edd Ι περὶ scripsi ex HV παρὰ reliqui libri sed del et περὶ in marg Vi 2, edd | τοῦτον Cl Re 2 ὅτι scripsi ὅτιπερ HLaMaCl ὅ τι περ VVaBMVi edd 3 ἢν La sed ῝ in ras n Ι ὁ πατὴρ οἰκτρῶς LaBMViMaCl Mor 4 τήμερον LaMaCl 5 εἷναι ἡ μήτηρ HVVA 6 σιωπήσωμαι Vi sed ἀποκρύψωμαι in marg m 2 | ἂν inserui om libri edd 7 τὴν om Mor | δὲ Μ edd 8 ἐγὼ προφέρειν HVVa | προφέρειν om Re 9 ὃν Vi sed ἃς in marg m 2, Ma sed ἃς suprascr m 3 ἃς Β ὧν HV | διηγημένων Cl | ἑτέρων Ma sed ἑ in ras m 3 10 μὴ δὲ HBVi μὴ Ma sed δὲ inser m 3, Cl 11 οὖν om ViCl inser Ma2 12 ἐπεντρυφῶν Vi sed φανῶν in marg m 2 ἐπιτιρυφῶν Ma sed ι in εν corr m 3, Cl | ἀτυχήμασιν edd ἀδικήμασι MaCl | καὶ om Mor | ὑμᾶς HVB 13 ἔχει Re 15 παραιτήσομαι Μ sed ζητήσω suprascr m, Ma sed ζητήσω καὶ suprascr m 2 16 μέτριον scripsi μετρίως Ma sed del et γρ μέτρια in marg m 2, Cl μέτρια reliqui libri edd 17 τῶν καλῶν τοῦ πατρὸς καὶ τῆς μητρὸς Ma ἁ Ι τῆς μητρὸς τῶν καλῶι Mor | τοῦ πατρὸς Vi sed τῆς μητρὸς in marg m2 ἐπιτηδευμάτων καὶ μεταβάλω τοὺς λόγους εἰς δάκρυα, R IV 114 μή με νομίζειν ἀποφυγήν τινα πρὸς σωτηρίαν διὰ τούτων θηρᾶσθαι, τούτου γὰρ ἥττων ἐμοὶ λόγος οὕτως ἠτυχηκότι, ἀλλὰ γενέσθαι περὶ τὰ συμβάντα τῇ διανοίᾳ καὶ σκοπεῖν ὅσον τὸ μέγεθος τῶν πραγμάτων ἐν οἷς ἠδικήμεθα, ὧς μηδὲ τοὺς περὶ αὐτῶν λόγους ἀδακρυτὶ διηγεῖσθαι. λέξω δ’ ἅπερ ἐμοῦ μᾶλλον πάν- τες ἐπίστασθε. εἰ δέ τι παραλείψω τῶν εἰρῆσθαι δεόν- των ἢ λέγειν αἰδούμενος ἤ συγκεχυμένος τῷ πάθει τὴν γνώμην, ὑμέτερον ἂν εἴη σκοπεῖν οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων τὰ τιμηθέντα σιγῇ.