ἔδει καὶ τοῦτο προστεθῆναι ταῖς Ἀγαμέμνονος συμφοραῖς καὶ πικροτέραν γενέσθαι τοῦ πάθους τὴν 11 cf. ad t. II 328, 20; t. III 215, 14 16 II. α 113. Aesch. Ag. 1393 19 Aesch. Ag. 1395 1 ἂν inserui om libri edd 3 αὐτοὺς? Ι γλῶτταν scripsi ex HVaBMaCl γλῶσσαν VLaMVi edd 4 ἡ δὲ Cl Ι ἡ reposui ex HVaLaMaCl ἢ reliqui libri edd 5 φύσει Cl et e Mon. 96 lacobs Ach Τ 997 | τυχὼν ἁ 8 ὦ θεοὶ ὀρέστου παιδὸς MVi 10 πολλάκις Ma sed ἀκὶς in ras m 3 πολλῶν Cl Ι ἀκούειν Ma sed γρ ἀκούων in marg m 2 11 γυναῖκα Cl | αὐτῷ scripsi τῷ Cl αὐτῷ reliqui libri edd | τούτων HV 14 ὁ ante ἀγαμέμνων Β I τοῦτο MVi 15 τε ante ἀρτέμιδι Β 16 περὶ scripsi ex HVVaLaMaCl παρὰ BMVi edd 17 ποτέραν Η | ἄγοι Vi Ma 18 ἐπειδὰν Re | ἐπανῆλθεν Va 19 ἐπὶ Ma τοῦ κατηγόρου φωνήν. ἀφαιρεῖται γὰρ τηλικαῦτα δυσ- τυχοῦντα καὶ τὸ δοκεῖν ἀδίκως αὐτὸν πεπονθέναι καὶ ἐπιχαίρει κειμένῳ καὶ γίνεται μετ’ Αἰγίσθου τῇ γνώμῃ. ἀλλ’ οὐ πείσει σωφρονοῦντας, οἶμαι, δικαστὰς ἀδίκοις λόγοις θαρρῶν. δῶμεν γάρ, πρὸς Ἀπόλλωνος, εἰ δοκεῖ, ἡμαρτηκέναι τὸν πατέρα καὶ τοσοῦτον αὐτῷ περιεῖναι δυνάμεως ὡς αἰτοῦσι τοῖς κρείττοσιν ἀντι- λέγειν ἐξεῖναι καὶ μὴ τῇ τῶν θεῶν ὑπηρετῆσαι βουλῇ, ἀλλ’ ἑκόντα καὶ καθ’ αὑτὸν ἐπιδοῦναι τὴν θυγατέρα ἢν ἔτικτεν, ὦ θεοί, καὶ παῖδα προσεῖπε, καὶ προσα- γαγεῖν τῷ βωμῷ καὶ πρὸς σφαγὴν ἐπιθεῖναι τὸ ξίφος. ἔστω δὴ ταῦτα καὶ τὰ ἐντεῦθεν σκοπῶμεν.