ἂν δ’ ἄρα τις αὐτοῖς ποτε αἴσθησίς τε καὶ μεταμέλεια τοῦ τολμήματος γίνηται, καὶ τῷ βάρει τῆς διαβολῆς ὁ θάνατος τῆς ζωῆς αἱρετώτερος. τίς γὰρ ἐν Ι τῇ R IV 122 11 cf. p. 356, 11 1 διωρισμένους] ἐγνωσμένους καὶ κεχωρισμένους suprascr My 2 καλοῦνται HV καλοῖντο La sed οῖντο in ras m 2, Ma sed ῶν supra οιν m 2, Cl 6 τοσοῦτο Cl | ὅσον LaMaCl 8 καὶ om V 9 ἐγκαλούμενος Ma sed νος in ras m 3 10 τὴν σωφροσύνην τῇ πόλει reposui e libris τῇ σωφροσύνῃ τὴν πόλιν edd 12 αὐτὸν scripsi e VaViMa sed in hoc ‘ e ' corr m 3 αὐτὸν reliqui libri edd 14 πεποιθότας Mor 15 voce ἐπονειδίστου rursus inc man. saec. X fol 54 in La 16 ἂν — 19 αἱρετώτερος om LaMViMaCl Mor 17 δ’ om VaB | τίς HB τὶς Va I ποτὲ αὐτοῖς Va Ι αὐτοῖς om Β 18 γίνηται scripsi γίνοιτο HVVa Re γένοιτο Β 19 τῆς ζωῆς om Β πόλει τούτους ἰδὼν οὐκ ἀγανακτήσει; καὶ ὁ μὲν <ἂν> ἀποστραφείη τὴν θέαν, ὁ δὲ τοῖς ἀγνοοῦσι δεικνὺς ἐπ’ αὐτοῖς ἐνέγκοι τὴν γλῶτταν ἐκεῖνα δήπου λέγων· ἥδε τοῦ δεῖνος ἡ σωφρονεῖν οὐκ ἐπισταμένη, ἡ Ἀγαμέμνονος, φήσει, σύνοικος, τυχὸν γὰρ ἐκ τῶν ἡμετέρων κακῶν τὸ παράδειγμα, ἡ παριδοῦσα τοὺς παῖδας, ἡ ἀνελοῦσα τὸν Ἀγαμέμνονα ὄντος Ὀρέστου παιδός, ὦ θεοί, καὶ παρορῶντος τὰ πεπραγμένα. ταῦτα λέγοντος οὐκ ἂν ἕλοιτό τις ἀπο- θανεῖν πολλάκις ἢ τούτων ἀκούειν; οὐκ ἂν εὔξαιτο τὴν γῆν αὑτῷ διαστῆναι; τοιούτων ἀπήλλαξα συμφο- ρῶν ἐμαυτὸν ὁμοῦ καὶ τὴν πατρίδα καὶ τὴν ἡνίκα ἐσωφρόνει μητέρα. 26. Ἀλλὰ δίκαιος ἦν, φησίν, Ἀγαμέμνων ταῦτα παθεῖν αἰτούσῃ τῇ Ἀρτέμιδι τὴν Ἰφιγένειαν ἐπιδοὺς καὶ περὶ τὴν Τροίαν βοῶν ὡς τὴν Χρύ- σου παῖδα προτέραν ἄγει τῆς Κλυταιμνήστρας καί, ἐπειδὴ τῆς Τροίας ἐπανῆλθε, παλλακὴν ἄγων τὴν Κασάνδραν ἐφ’ ὕβρει τῆς γυναικός.