31. Περὶ τοίνυν τῶν συμμαχησόντων ὑμῖν, οἶμαι γάρ τινας ἐννοεῖν ὧς οὐκ ὀλίγους ἕξετε βοηθούς, ἐκεῖνο λέγω, ὅτι κἂν ἅπαν τὸ λοιπὸν στρατόπεδον ἡσυχίαν ἄγῃ, Ὀδυσσεὺς οὑτοσὶ μόνος γέλωτα τοὺς ὑμετέρους ἀποφανεῖ συμμάχους τῇ συνέσει τὸ πλῆθος ἐλέγχων.