28. Μάλιστα μὲν οὖν, εἰ καὶ μηδεὶς ἐπῆν ἀγὼν μηδὲ κίνδυνος, ἐχρῆν αὐτὸ καθ’ αὑτὸ τὸ δίκαιον αἰδε- σθῆναι, τοῖς γὰρ οὕτω γνώμης ἔχουσιν ἐξ οὐρίας φιλεῖ τὰ πράγματα φέρεσθαι, νῦν δέ γε, εἰ δεῖ μὴ ληρεῖν, οὐδὲ βουλομένοις ὑμῖν ἔνεστιν ἑτέρως ποιεῖν.