23. Ὅτι μὲν οὖν ὑβρισμένοι καὶ τὰ δεινότατα πε- πονθότες ἐστρατεύσαμεν εἰς γῆν τὴν ὑμετέραν καὶ οὐκ ἄρχοντες, ἀλλ’ ἀμυνόμενοι καὶ πλὴν ἀναισχυντίας οὐδὲν Ἀλεξάνδρῳ λείπεται, πολλαχόθεν οἶμαι δῆλον εἶναι· ἡμεῖς δὲ πρὸ τῶν χειρῶν τοῖς λόγοις εἰκότως χρώμεθα πολλῶν ἕνεκα.