ἐχρῆν δέ σε, ὦ βέλτιστε, τὴν ἀρχὴν ἀποφεύγειν οἰκίαν ἀνδρὸς δυσμενοῦς καὶ μηδαμῶς ἀγαπᾶν τὰς παρὰ τῶν πολεμίων εὐεργεσίας μηδὲ ὁμω- ρόφιον γίγνεσθαι τοῖς ἐκ παλαιῶν χρόνων, ὡς σὺ φῄς, εἰς ἔχθραν διῃρημένοις. ἢ τότε μὲν ὡς ἐπιτηδείοις ἐχρῶ, μικρὸν δὲ ὕστερον ὡς Ι πολεμίους ἐκάκους; R IV 10 καὶ μὴν οὐδὲν ἐν τῷ μεταξὺ παρ’ ἡμῶν εἶς σὲ δυσχε- ρὲς ὑπῆρξεν οὐδ’ ἂν ἔχοις εἰπεῖν.