τούτων ἦν μιμητὴς περὶ τὸ βέλτιον μέρος. οἱ μὲν γὰρ τοῖς σώμασι βοη- θοῦσιν, ὁ δὲ τὴν ψυχὴν ἐπηνώρθου. τοῖς μὲν οὖν τὸ φαυλότερον ἰωμένοις ἔχετε χάριν, καὶ καλῶς ποιεῖτε, τὸν δ’ ὑπὲρ τοῦ τιμιωτέρου πεπονηκότα ἀποκτενεῖτε; καὶ τοῦτο λήψεται μισθόν, ὅτι πάντας Ἀθηναίους ἐβούλετο καλοὺς κἀγαθοὺς εἶναι; καὶ | ὁ μὲν R III 61 15 Plat. Prot. p. 340 E 22 Plat. apol. p. 30 A sq. 2 τὴν τοῦ σωκράτους Ma | ὀμωμόκατε MaB 4 οὖν om Mor 5 μισθοὶ περιμένουσι UVaB 6 δὴ Β | ὑμῶν Β sed ων in ras m 2 ἡμῶν Mor | θεοί Ath 8 τῶ Ma 11 ἐπῄει Ath | τις Mor 12 ἢ] καὶ AthUVaB 14 στρατοὺς Mor στρα- τούς, στρατηγοὺς καθεύδοντας ἐνάγων εἰς φροντίδας, ῥήτορας λυπῶν coni Re, cui oblocutus est Iacobs Lect 203 15 τὴν λύπην τὴν Rog | τινα? 17 βέλτιστον VaB 18 οἱ et ἐπην- ώρθουν Ma 20 τιμιωτάτου Mor | ἀποκτενεῖτε scripsi auc- tore Cobeto Mnem. III 156 cum Rog ἀποκτείνετε libri Mor Re πολλῶν υἱέσιν ἀμείνων ἐγένετο τῶν πατέρων, ὑμεῖς δὲ τοὺς τούτου παῖδας εἰς ὀρφανίαν ἐμβαλεῖτε, μᾶλλον δὲ εἰς ἀτιμίαν; ποῦ γὰρ ἔτι φανοῦνται; ποῦ φθέγξον- ται; ποῦ παρρησιάσονται τῆς τοῦ πατρὸς συμφορᾶς οὐκ ἐώσης; κλαύσατε, παιδία δυστυχῆ. κλαῦσον, Ξανθίππη ταλαίπωρε. Σωκράτης μὲν οὐδέποτε τοῦτο ποιήσει, θαρρεῖ γὰρ τὴν τελευτὴν καὶ τὴν ἀποδημίαν οὐ δέδοικεν. πολὺ γὰρ τῶν ἐνταῦθα τόπων ἡδίων, ὧς λόγος, ὁ τοῖς δικαίοις ἡτοιμασμένος. οὔκουν αἰσχρὰν ζητήσει σωτηρίαν οὐδὲ τὴν μελετηθεῖσαν ἀνδρίαν ἐν τῷ δικαστηρίῳ καταλύσει νομίζων ἀμφοτέροις αἰσχρὰν εἶναι τὴν ἱκετείαν, καὶ αὑτῷ καὶ τῇ πόλει, τῷ τὸν δο- κοῦντα σοφὸν ὧσπέρ τινα βάρβαρον φρίττειν τὸν θάνατον. ἀλλ’ ὑμεῖς δεήθητε τῶν δικαστῶν, ἀντιβο- λήσατε, δακρύσατε. καὶ αὐτὸς δὲ οὐκ ὀκνήσω μεθ’ ὑμῶν. ἄνδρες Ἀθηναῖοι, φίλον εἰλικρινῆ, χρηστὸν ἄνδρα, σύμβουλον ἀγαθόν, πολίτην δίκαιον, λυπηρὸν μὲν ἐνίοις, συμφέροντα δὲ τοῖς εὐνοοῦσι σώσατε, διατηρήσατε. στρατηγεῖν μὲν οὐκ ἂν δύναιτο, σωφρο- νίζειν δὲ ἐπίσταται. στόλον μὲν ἄγων οὐκ ἂν ἐκπλεύ- σειεν, ἐκπλεῖν δὲ πολλοὺς νέους εἰς ὕβριν οὐκ ἂν ἐῴη. μέγα μὲν ὑμῖν οἱ νόμοι καὶ ἡ τῶν δικαζόντων ψῆφος, μικρὸν δὲ οὐδὲ Σωκράτης τηρῶν πλημμελοῦν- 9 cf p. 129, 17 2 τοὺς om Mor 3 φεύξονται Ma 7 πείσει vel παύσει coni lacobs Lect 203 | θαρρεῖ Ma sed ε in ras m 2 8 δέδοικε MaU | ἡδίων, ὧς] ἢ δίωνος Ath 9 αἰσχρὰν post σωτηρίαν in marg inser Ma 10 σωτηρίαν Β sed σωτη in ras m 2 | ἀνδρείαν U | ἐν om Mor 12 τῷ] τὸ MaAth Mor 16 εἱλικρινῆ MaB 18 νοοῦσι Ma 20 στόλον μὲν <νεῶν>? cf. Thuc. l 31,1 21 νέους εἰς scripsi ἐνεὶς CAAth Mor Re ἐνιεὶς MaUVaB εἰς auctore Re Rog 22 μὲν om C 23 πλημελοῦντας MaB τὰς, μεμφόμενος ἀδικοῦσι, συνεχῆ τινα ταύτην, ὅπερ ἔφην, λειτουργῶν ἤδη λειτουργίαν τῇ πόλει. πό- σους | οἴεσθε διὰ τοῦτον ἀμελήσαντας ἂν υἱέων R III 62 ἐπιμεμελῆσθαι; πόσους πολεμήσαντας ἂν ἀδελφοῖς οὐ τολμῆσαι; πόσους κακώσαντας <ἂν> γονεῖς τεθεραπευ- κεναὶ; πρὸ γὰρ τῶν δικαστηρίων ἐφοβοῦντο τὰς ἐπι- τιμήσεις Σωκράτους εἰδότες ὅτι κατήγορον μὲν ἔνι ἐκ- πρίασθαι, λογιστὴν δὲ τοιοῦτον καὶ τῶν δικαίων φύ- λακα τῶν ἀμηχάνων διαφυγεῖν ἢ πεῖσαι σιγᾶν. διὰ τοῦτ’ οὖν ἀποθανεῖται καὶ δώσει δίκην, ὅτι βελτίους ἐν οἶς ἔδακνε καθίστη; καὶ τῶν μὲν παρ’ ἐκείνου λόγων ἀπαλλαγῆναι ζητεῖτε, τὸν δὲ ἐπὶ τούτοις ἐσό- μενον οὐ δεδοίκατε λόγον, ὅτι Ἀθηναῖοι βουλόμενοι περὶ πάντα μᾶλλον ἢ τὰς ψυχὰς ἐσπουδακέναι καὶ πλουτεῖν μετ’ ἀφροσύνης πολίτην τινὰ αὑτῶν ταῦτα οὐκ ἐπιτρέποντα, ἀλλ’ αἰσχυνόμενον καὶ λυπούμενον καὶ προσιόντα καὶ νουθετοῦντα <καὶ> κοινόν τινα πάντων ἐπιμελητὴν περινοστοῦντα, καθάπερ τινὰ πολέ- μιον τῶν πολλάκις δῃωσάντων τὴν χώραν, ἀπέκτειναν οὐ βίον, οὐ λόγους, οὐ πράξεις, οὐκ αὐτὸ τὸ γῆρας αἰδεσθέντες; μικρὰν οἴεσθε ταῦτ’ εἶναι βλάβην; ἢ 2 cf. p. 24, 12 2 λειτουργίαν ἤδη λειτουργῶν Re Rog 3 τούτων Mor 4 ἐπιμελεῖσθαι MaB Mor 5 τετολμηκέναι? | ἂν inserui auc- tore Re cum Rog om libri Mor Re 7 ἐκπρίασθαι scripsi auctore Cobeto Mnem. III 156 cum Rog coll Lys. p. 159, 20 καὶ πρίασθαι (πριᾶσθαι CA) libri Mor Re 9 διατοῦτ᾿ Ma διατοῦτο Β 10 οὖν om Β 12 δ’ CMaVa Ke Rog 13 οὐκ ἐδεδοίκατε Ma sed οὐκ ins m 2 15 μὲν μετ’ Mor | αὐτῶν scripsi cum Rog αὐτῶν libri Mor Re 16 αἰσχυνόμενον scripsi αἰσθανόμενον (αἰσθόμενον Ma) libri edd 17 καὶ inserui auc- tore Gasda cum Rog om libri Mor Re 20 λόγον UVaB Mor 21 αἰδεσθέντας C | signum interrogationis posui cum Mor, punctum libri Re Rog | ταύτην Cobet LIBANIUS ed. Foerster. V. 8 δόξειν ποτὲ τὴν τοιαύτην <πόλιν> πρὸς ἑτέρους ἔσε- σθαι μετρίαν, ὅταν τοὺς παρ’ αὑτῇ βελτίστους ὠμῶς μεταχειρίζηται;