οὐ τοίνυν ὡς καλοῦντες διήμαρτον, ἀφίσταντο τῆς πείρας, ἀλλ’ ἀκούοντες ἀνά- λωτον εἶναι χρήμασιν οἴκοι καθημένῳ προὔτεινον. ὁ δ’ οὐ μετριώτερον ἡγούμενος τοῦ βαδίζειν ἐκεῖσε ἐκεῖθεν τὸ κερδαίνειν διεώσατο καὶ δυνάμενος εὐπο- ρεῖν τούτων μᾶλλον οἶς ἀπὸ τοῦ συκοφαντεῖν ἡ πρόσ- ὀδὸς ἔμεινεν ἐπὶ τῆς πενίας ἡδέως οὐδ’ ἂν Θεττα- λίαν ὅλην, εἴ τις ἐδίδου, λαβών. 167. Τοῦτον οὖν ἀποκτενεῖτε καὶ διὰ τοὺς Ἀνύτου λόγους ὑπερόψεσθε τοὺς ὅρκους; οὐ δείσετε τὴν ὀργὴν τῶν θεῶν; οὐ πρὸς τὰ ἔργα βλέψετε τὰς βλασφημίας R III 60 ἀφέντες 5 οὐκ ἐγκαλέσετε | τοῖς ποιηταῖς ἀντὶ τῶν 16 ἐλεγχόντων; αὐτὸς μὲν Σωκράτης οὐ δεινὸν ἡγεῖται τὸ τεθνάναι, ταῦτα γὰρ αὐτὸν φιλοσοφία πέπει- κεν, ὡς ἐκεῖ τῆς ἀρετῆς κομιούμενον τὰ ἆθλα, ὡς ἕξοντα κἀκεῖ θεοὺς δεσπότας, ὡς ἐντευξόμενον αὐτόθι 20 τοῖς ποιηταῖς, ὡς ἐρησόμενον· ὑμεῖς δὲ μὴ σκοπεῖτε, 8 Diog. L. II 5, 9, 25 10 Plat. apol. p. 31 B 17 cf ep. 606. Plat.apol. p. 40 E sq.; Phaed. p. 63 C 3 αὐτοῦ MaVaB Mor αὐτοῦ U | θεραπεύειν Β sed ερ in ras m 2 4 τοῦ τυράννου Ma 6 καθημένωι Α sed γρ καθή- μενον in marg m 2 καθημένων Ath καθήμενον CMaUVaB Mor qui καθημένῳ coni | προύτεινον Α sed ·πι· supra τει p προὔπινον C | ὃ Α 7 τοῦ C sed οῦ in ὸ corr m 2 „malim transpositis vocabulis τὸ ἐκεῖθεν κερδαίνειν“ Re 8 διεώσατο Α sed ε in ras, Β sed ε in ras m 2 διεσώσατο C sed σ eras, MaU sed in hoc σ eras, Va Mor | δυνάμεως Ma 10 πενίας Ma sed ενι in ras 4 litt m 2 | οὐδὲ Re 11 ἥτις C | λαβεῖν Ath 15 ἐγκαλέσετε C sed ε (3) in ras m 2 17 ἡ inserui auctore Re cum Rog om libri Mor Re | πεποίηκεν Ma 20 σκοπῆτε Β τί τῷδε κοῦφον, ἀλλὰ τί τοῖς νόμοις συμβαῖνον. οὐ γὰρ κατὰ τὴν Σωκράτους ἐπιθυμίαν ὀμωμόκατε ψηφι- εῖσθαι, κατὰ δὲ τοὺς νόμους τοὺς κειμένους, ὧν οὐδεὶς κωλύει μεμνῆσθαι ποιητῶν. μεγάλοι μὲν οὖν αὐτὸν ἐν Ἅιδου περιμένουσι μισθοὶ βίου σώφρονος καὶ κοσμίου, λαβέτω δὲ καὶ παρ’ ὑμῶν, ὦ Ἀθηναῖοι, τοὺς ὀφειλομένους, ὅτι πένης ἄνθρωπος γυναικὶ συνοι- κῶν, παιδία τρέφων, ἐπὶ μὲν τὸ συλλέγειν ἀργύριον καὶ δι᾿ ὧν ἂν ὑπῆρχε τρυφᾶν οὐκ ἐτράπετο, διδάξας δὲ τοὺς ἔνδον ἀνέχεσθαι τῆς τύχης κοινὸς ἐπίτροπος περιῄει τῶν πολιτῶν ζητῶν καὶ πυνθανόμενος, εἰ· τῳ παῖς ὑπὸ μέθης ἢ κύβων ἤ τινος ἄλλου διέφθαρται κακοῦ, καταβοῶν πατέρων ῥᾳθυμούντων, ἐπεγείρων στρατηγοὺς καθεύδοντας, ἐνάγων εἰς φροντίδας ῥήτο- ρας, λυπῶν λύπην τὴν λυσιτελοῦσαν. ἐώρα γὰρ καὶ τοὺς ἰατροὺς ταύτην ἰόντας. τούτων ἦν μιμητὴς περὶ τὸ βέλτιον μέρος. οἱ μὲν γὰρ τοῖς σώμασι βοη- θοῦσιν, ὁ δὲ τὴν ψυχὴν ἐπηνώρθου. τοῖς μὲν οὖν τὸ φαυλότερον ἰωμένοις ἔχετε χάριν, καὶ καλῶς ποιεῖτε, τὸν δ’ ὑπὲρ τοῦ τιμιωτέρου πεπονηκότα ἀποκτενεῖτε; καὶ τοῦτο λήψεται μισθόν, ὅτι πάντας Ἀθηναίους ἐβούλετο καλοὺς κἀγαθοὺς εἶναι; καὶ | ὁ μὲν R III 61 15 Plat. Prot. p. 340 E 22 Plat. apol. p. 30 A sq. 2 τὴν τοῦ σωκράτους Ma | ὀμωμόκατε MaB 4 οὖν om Mor 5 μισθοὶ περιμένουσι UVaB 6 δὴ Β | ὑμῶν Β sed ων in ras m 2 ἡμῶν Mor | θεοί Ath 8 τῶ Ma 11 ἐπῄει Ath | τις Mor 12 ἢ] καὶ AthUVaB 14 στρατοὺς Mor στρα- τούς, στρατηγοὺς καθεύδοντας ἐνάγων εἰς φροντίδας, ῥήτορας λυπῶν coni Re, cui oblocutus est Iacobs Lect 203 15 τὴν λύπην τὴν Rog | τινα? 17 βέλτιστον VaB 18 οἱ et ἐπην- ώρθουν Ma 20 τιμιωτάτου Mor | ἀποκτενεῖτε scripsi auc- tore Cobeto Mnem. III 156 cum Rog ἀποκτείνετε libri Mor Re πολλῶν υἱέσιν ἀμείνων ἐγένετο τῶν πατέρων, ὑμεῖς δὲ τοὺς τούτου παῖδας εἰς ὀρφανίαν ἐμβαλεῖτε, μᾶλλον δὲ εἰς ἀτιμίαν; ποῦ γὰρ ἔτι φανοῦνται; ποῦ φθέγξον- ται; ποῦ παρρησιάσονται τῆς τοῦ πατρὸς συμφορᾶς οὐκ ἐώσης; κλαύσατε, παιδία δυστυχῆ. κλαῦσον, Ξανθίππη ταλαίπωρε. Σωκράτης μὲν οὐδέποτε τοῦτο ποιήσει, θαρρεῖ γὰρ τὴν τελευτὴν καὶ τὴν ἀποδημίαν οὐ δέδοικεν. πολὺ γὰρ τῶν ἐνταῦθα τόπων ἡδίων, ὧς λόγος, ὁ τοῖς δικαίοις ἡτοιμασμένος. οὔκουν αἰσχρὰν ζητήσει σωτηρίαν οὐδὲ τὴν μελετηθεῖσαν ἀνδρίαν ἐν τῷ δικαστηρίῳ καταλύσει νομίζων ἀμφοτέροις αἰσχρὰν εἶναι τὴν ἱκετείαν, καὶ αὑτῷ καὶ τῇ πόλει, τῷ τὸν δο- κοῦντα σοφὸν ὧσπέρ τινα βάρβαρον φρίττειν τὸν θάνατον. ἀλλ’ ὑμεῖς δεήθητε τῶν δικαστῶν, ἀντιβο- λήσατε, δακρύσατε.