ἀλλ’ οὐχ ἡ Ναύπακτος ὕστερον τοιαύτην ἀπειρίαν ναυμαχιῶν ἐδέξατο, ὅτε Πελοποννησίων κύκλῳ ταξαμένων Ἀθηναῖοι περιέπλεον κατά μίαν τεταγμένοι καὶ συνῆγον εἰς βραχὺ ψαύοντες ὀλίγου τῶν πολεμίων, ἐμβολῆς δὲ ἐλπίδα μὲν ἀεὶ παρεῖχον, τὸ δὲ ἔργον ἀν- εβάλλοντο τὴν τοῦ πνεύματος περιμένοντες συμμαχίαν. τοιγαροῦν τὸ μὲν κατῄει, οἶ δὲ ἐταράττοντο, τοῖς δὲ ὡραῖον ἣν προσπεσεῖν. καὶ οὕτως εἴκοσι νῆες Ἀθη- ναίων ἑπτά καὶ τετταράκοντα Λακεδαιμονίων ἐνίκων τῆς ἐπιστήμης ἐλεγχούσης τὸ πλῆθος. ἐν τοίνυν 3 Thuc. Ι 49, 1 8 Thuc. II 83, 4 et 84, 1 13 Thuc. II 84, 2 14 Thuc. II 83, 2 2 ἐν om libri Mor inser Re „frustra “ Iacobsius Lectt 210 | τῇ delendum? | ἀπεστάτει Μα sed τει m 2 ἀπε- στάλει Cl 3 δ’ Re | ἀκούειν U 4 ὧς <ἧν> a ἡ? post ἡ MoPMMa edd delevi | μέντοι coni Re | τύχη Μο sed τέχνη in marg 6 τοπλέον MoV 7 οὐχ ἡ scripsi e MMaCl οὐχὶ reliqui libri edd | ante τοιαύτην ras 3 litt Va 8 ὅτι Μα οἱ Va sed in ὅτε corr m 2 | πελοπονησίων MoPMaCl | κύκλον Va et olim ego (cf. Mus. Rhen. XXXII 93) coll. Thuc. II 83, 4 οἱ μὲν Πελοποννήσιοι ἐτάξαντο κύκλον τῶν νεῶν ὡς μέγιστον οἶοι τ’ ἦσαν at cf. eundem II 84, 1 οἱ δ’ Ἀθηναῖοι κατά μίαν ναῦν τεταγμένοι περιέπλεον αὐτούς κύκλω καὶ ξυνῆγον ἐς ὀλίγον 9 καταμίαν Μο 10 ὀλίγον MoPPa Mor 11 δ’ bis Re 13 κατήι εἰ Va sed I (1) in ras 2 litt 14 ὣρα Cobet Coll 268 num εὔκαιρον coll. Thuc. I. I. τότε δὴ κατὰ τὸν και- ρὸν τοῦτον? | προσπεσεῖν Va sed εσ eras 15 ἑπτὰ] ὀκτώ Β | τετταράκοντα scripsi e ClBVVa τεσσαράκοντα reliqui libri edd ἐνίκων — 16 τοίνυν in marg Mo 2 τῇ δευτέρᾳ ναυμαχίᾳ πολλὰ μὲν τούτων, πολλὰ δὲ ἐκείνων ἔστιν ἐπαινέσαι, μέγιστον δὲ Ἀθηναίων, ὅτι διωκομένη ναῦς Ἀττικὴ Λευκαδίαν διώκουσαν κατέδυσε. χρησαμένη γὰρ ἀντὶ νύσσης ὁλκάδι κατὰ τύχην ἐπ᾽ ἀγκύρας ἡσυχαζούσῃ τὴν μὲν περιέπλευσεν, αὐτὴδ᾽ ἔσχεν ἐμπεσεῖν τῷ τοίχῳ τῆς διωκούσης. εἰ δή τις τότε τοῦ Φορμίωνος λαβόμενος "τί καινοτομεῖς;" ἔφασκε, "τί ζητεῖς εὐρυχωρίαν; τί σοι βούλεται ταυτὶ τὰ ὀνόματα, διέκπλοι καὶ ἀναστροφαὶ καὶ ἐμβολαί; τί τὸ τῶν ἡνιόχων πολύτροπον εἰσάγεις εἰς τὴν θάλατταν;" οὐκ ἂν εἰπεῖν σοι δοκεῖ; "τοῦτο γάρ ἐστι ναυμαχεῖν, ὅταν αἱ νῆες τὴν νίκην διδῶσιν, ἀλλ᾽ οὐ τοξόται βάλλοντες ἀπὸ τῶν νεῶν. σὺ δ᾽ ἀντὶ τοῦ συνάχθεσθαι τοῖς ἔμπροσθεν ὅτι μὴ ταύτῃ κατὰ θάλατταν ἐμάχοντο, τοῖς τελείαν παρεχομένοις τὴν ἐπιστήμην ἐγκαλεῖς." ὁ αὐτὸς τοίνυν ἔστι μοι λόγος καὶ περὶ τοῦ παρόντος. οὐκ ἔστι χείρω τὴν νῦν ὄρχησιν εἶναι τῆς ἔμπροσθεν, εἴ τι παρὰ ταύτην πλέον ἐγένετο, ἀλλ᾽ οὐ ψέγω μὲν ἐκείνην, ὁρῶ δὲ ταύτην ἐπὶ πᾶν τοῦ πράγματος ἥκουσαν. διέστηκε, φησίν, ἥδε ἐκείνης. καλῶς. πότερον τῷ τῶν ὄντων ἀφελεῖν ἢ τῷ τοῖς οὖσιν ἐπιθεῖναι; εἰ μὲν γὰρ περικόψασα κατήγαγεν εἰς φαῦλον, ἀδικεῖ καὶ εἰκότως ἂν ἐξ ἁπάσης ἐκπίπτοι τῆς γῆς, οὐ μόνον τῆς Λακεδαίμονος· εἰ δὲ πάσῃ σπουδῇ κατεκόσμησε καὶ προὐβίβασεν, ὥσθ᾽ ἥδιστον θεαμάτων γενέσθαι, πόθεν ἁλίσκεται;