ἐκεῖ- νος γὰρ ἣν ὁ δεθῆναι κωλύσας τὴν βουλήν, ἡνίκα ἡ πόλις τῇ προσδοκίᾳ τῆς τοῦ κρατοῦντος ὀργῆς ἐσείετο, μόνος ἐγγυητὴν καταστήσας αὐτὸν τῶν ἄλλων τὸ αὑτῶν θεραπευόντων, ἐκεῖνος ὁ τοὺς εἰς λειτουργίαν ἐμβαίνοντας ἐπὶ τὰ αὐτοῦ χρήματα καλῶν πάντα φόβον ἀνελών, ἐκεῖνος ὁ παύων ἄρχοντας θυμου- μένους, ἐκεῖνος ὁ ποιῶν ἡμέρους, ὁ διδάσκων μὴ τῶν ὀφειλομένων τιμῶν τοὺς βουλεύοντας ἀποστερεῖν. τά μὲν εἰς τούτους παρ’ ἐκείνου καὶ πολλὰ καὶ μεγάλα, Sieb. 79 τὰ δὲ ἐν ταῖς παρὰ τούτων ἀμοιβαῖς καὶ | μικρὰ καὶ ὀλίγα, ὥστ' ὀφείλοντας αὐτοὺς αὑτῷ καταλιπὼν ἀπῆλθε.