ἐκεῖ- νος γὰρ ἣν ὁ δεθῆναι κωλύσας τὴν βουλήν, ἡνίκα ἡ πόλις τῇ προσδοκίᾳ τῆς τοῦ κρατοῦντος ὀργῆς ἐσείετο, μόνος ἐγγυητὴν καταστήσας αὐτὸν τῶν ἄλλων τὸ αὑτῶν θεραπευόντων, ἐκεῖνος ὁ τοὺς εἰς λειτουργίαν ἐμβαίνοντας ἐπὶ τὰ αὐτοῦ χρήματα καλῶν πάντα φόβον ἀνελών, ἐκεῖνος ὁ παύων ἄρχοντας θυμου- μένους, ἐκεῖνος ὁ ποιῶν ἡμέρους, ὁ διδάσκων μὴ τῶν ὀφειλομένων τιμῶν τοὺς βουλεύοντας ἀποστερεῖν. τά μὲν εἰς τούτους παρ’ ἐκείνου καὶ πολλὰ καὶ μεγάλα, Sieb. 79 τὰ δὲ ἐν ταῖς παρὰ τούτων ἀμοιβαῖς καὶ | μικρὰ καὶ ὀλίγα, ὥστ' ὀφείλοντας αὐτοὺς αὑτῷ καταλιπὼν ἀπῆλθε. πῶς οὖν ὧν εὐεργετήκει καὶ μισθὸν προσώφειλεν; ὥσπερ ἂν εἴ τις ἰατρὸν ἀναστήσαντα 3 II. ζ 142 13 cf. t. II 372 sq. et 494 sq. 7 τις inserui 10 εὖ πεποιήκει reposui e Β εὐπεποιήκει Sieb 16 τῶν] inter τὸ et αὑτῶν Sieb delevi | αὐτῶν Sieb αὐτῶν Β 17 ἐμβαίνοντας reposui e Β ἐκβαίνοντας Sieb 18 τοὺς ante ἄρχοντας inser Sieb delevi 23 αὐτοὺς Sieb αὐτὰς Β | αὑτῷ scripsi αὐτῶ B Sieb τὸν ἀσθενοῦντα προσαναγκάζοι τῷ διαπεφευγότι τὴν νόσον χρυσίον προσκαταβαλεῖν ἤ, νὴ Δία γε, κυβερ- νήτην τῷ ναυκλήρῳ τοῦ σεσωκέναι τὴν ναῦν ἢ διδά- σκαλον λόγων τῷ μεμαθηκότι λέγειν. ἔπραξεν ἡ βουλὴ τὸ καὶ τὸ βουλομένου γενέσθαι, καὶ γὰρ ἐκεῖνος ἐκείνης τὸ καὶ τὸ βουλομένης γενέσθαι. 11. Περὶ μέν γε τῶν ἐν τοῖς δικαστηρίοις τοῖς δικαζομένοις καὶ] παρεστώτων καὶ βοηθούντων πρῶτον μὲν ἐκεῖνο λέγω, ὅτι μισθὸν ἔχουσι τῶν βοηθειῶν πλείω τοῦ τεταγμένου διὰ τὴν Ὀλυμπίου φιλοτιμίαν καὶ οὐκ ἂν εἶεν δίκαιοι τῶν διαθηκῶν κατηγορεῖν οὐκ ἐν αὐταῖς ὄντες ἔχοντες ὑπὲρ ὧν ἐβοήθουν. οὐδὲ γὰρ τἄλλα πωλοῦντες τὰς τῶν ἔω διαθήκας ἀπαι- τοῦσί τι λῆμμα μετά τὰς τιμὰς ἃς ὧν ἀπέδοντο ἔχου- σιν. ὁ δέ καὶ διά τούτων τι κερδάνας οὗτος ἄλλην ἔχει τοῦ κέρδους πρόφασιν. ἢν οὐχ εὑρίσκω παρ’ ὑμῖν. ἀλλ’ ἔστιν ὃ μὲν ὑμῶν μόνον, τῷ δὲ καὶ ἔργον τι πέπρακται, περὶ οὐ νῦν οὐ καιρὸς λέγειν. ἀλλ’ ὅμως πολλὰ μὲν καὶ βλάσφημα παρ’ ἀμφοῖν τῶν τε ἐν τῷ βουλεύειν καὶ συναγορεύειν, ἕπονται δὲ τούτοις καὶ οἷς ἡδὺ τὸ κακῶς λέγειν ἐκ τοῦ μηδέν πράττειν λαμβάνον τὴν γένεσιν. 12. Καὶ πρὸς μὲν τοὺς ἐκ τοῦ μὴ λαμβάνειν ἐπὶ τὸ κακῶς λέγειν ἥκοντας ἀρκεῖ, τὸ νῦν εἶναι, τοσαῦτα· ἐφ’ ᾧ δ’ ἄν τις δικαιότερον σχετλιάσαι καὶ καλέσαι γῆν τε καὶ οὐρανὸν καὶ θάλατταν καὶ τοὺς ἐν ἑκάστω 1 προσαναγκάζοι scripsi προσαναγκάζῃ BSieb 5 βου- λομένου] „hic inserendum videtur ἐκείνου“ Sieb 8 καὶ can- cellavi 10 τοῦ ante Ὀλυμπίου Sieb delevi 13 τἄλλα scripsi τ’ ἄλλα Β Sieb | ἀπαιτοῦσι τί Β Sieb 15 τί Β 17 ὅ Sieb ὁ Β 26 ᾧ δ’ scripsi ᾧδ’ B Sieb | σχετλιάσαι καὶ καλέσαι scripsi σχετλιάσῃ καὶ καλέσοι B Sieb Sieb. 80 τούτων θεούς τε καὶ δαίμονας, οἱ αὐτοὶ | τετί- μηνταί τε καὶ λοιδοροῦσι καὶ μετέχουσί τε τῆς δια- θήκης καὶ τὰ τῶν οὐ μετεσχηκότων ποιοῦσι, καὶ ὁ μέν μετ’ ἐπαίνου δίδωσιν, οἱ δὲ μετὰ ψόγου λαμ- βάνουσι, καὶ οὗ τὴν δωρεὰν οὐκ ἔφυγον, τοῦτον ὅπου ποτ’ ἂν ὦσιν ἐλαύνουσιν ἐάν τε οἴκοι ἐάν τ’ ἐπ’ ἀγορᾶς ἐάν τε παρὰ τοῖς ἄρχουσιν ἐάν τε ἐπ’ ὀχήματος ἐάν τε ἑτέρωθι καθῶνται ἐάν τε περιπατῶσιν. οἶμαι δὲ αὐτοὺς κἀν τοῖς ὀνείρασι ταῦτα ποιεῖν. καὶ εἰ μὲν πονηρὸς καὶ πανοῦργος καὶ θεοῖς ἐχθρός, τί μὴ φεύγεις τὰ παρ’ αὐτοῦ δῶρα; εἰ δὲ βέλτιστον ἡγού- μενος λαμβάνεις, τί τὸν τοιοῦτον συκοφαντεῖς; τί δέ λαβὼν ἀπὸ τοῦ μὴ λαβόντος λέγεις κακῶς; τί δ’ ἀφεὶς τὸ δοθέν σκοπεῖν ἐκ τοῦ μὴ δοθέντος βλασφημεῖς; τῷ δεῖνι, φησί, πλέον, ἐμοὶ δὲ οὐ τοσοῦτον. ἕτερος δέ γε τὸ τῷ δεῖνι τοσοῦτον ὅσον αὐτῷ μέμ- φεται. τί οὖν αὐτὸν ἔδει ποιεῖν, εἰ μήτε τοῦτο ἔδει μήτε ἐκεῖνο, ἀλλ’ ἐποίει κατηγορίαν καὶ τὸ ἴσον καὶ τὸ οὐκ ἴσον; καίτοι καὶ πατέρας ἴσμεν οὕτω παισὶ προσενηνεγμένους. τῷ μὲν ἔδοσαν πλείω τά- λαντα, τῷ δὲ ἐλάττω, τοὺς δ’ ἴσμεν ἴσον ἑκάστῳ νείμαντας. νῦν μέν γὰρ τοῦτ’ ἐφάνη δίκαιον, νῦν δὲ ἐκεῖνο, οἱ δὲ στέργουσι. νῦν δὲ ὕβρις ἄμφω, καὶ τὸ μὴ ὅσον ἄλλος, ἀλλ’ ἧττον, καὶ τὸ ὅσον ἕτερος, ἀλλὰ μὴ πλέον. καὶ οὐκ ἐννοοῦσιν ἀνδρῶν ἀπαίδων ἐνταυθοῖ γραφείσας διαθήκας οὐδ’ ὡς τὰς μὲν ἂν 6 Dem. ρ. 241,28; 1481,17 2 τε τῆς scripsi καὶ Β Sieb 4 ἐπαίνου scripsi ἐπαίνων οὐ Β Sieb 6 ἐάν (1) scripsi ἄν Β Sieb 8 καθῶνται scripsi κάθηνταί Β κάθηνται Sieb 16 αὑτῷ scripsi αὐτῷ Β Sieb 20 πλείω scripsi πλέω B Sieb 23 δ' (1) Sieb φαίη τις σωφρονεῖν, ταύτην δὲ μαίνεσθαι οὐδ’ ὡς αἱ μέν ἐν τοῖς προσήκουσιν ἔμενον ὄροις, ἡ δὲ ἐξώ- κειλεν οὐδενὶ χαλινῷ χρησαμένη. 15. Καὶ εἰ δὴ δεῖ κατηγορεῖν Ὀλυμπίου, τοῦτ’ ἄν τις ἔχοι κατ’ αὐτοῦ | λέγειν τὸ μὴ ταῖς διαθήκαις Sieb. 81 ἡνίας ἐμβαλεῖν, ἀλλά σπεῖραι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα διὰ τοιούτων γραμμάτων. ἆρ’ οὖν τὸ μὲν ἀφιᾶσι κὰτ αὐτοῦ ῥῆμα, τά δὲ σιγῶσιν ὡς ἄν τινες τὸ μέν αὑτοῖς χαριζόμενοι, τὸ δὲ τοῖς ἀπὸ τῆς ἀλη- θείας; ἔδει μὲν οὖν καὶ τάχα ἄν τις, εἰ καὶ μὴ ῥᾳδίως, ἤνεγκε· νῦν δὲ τίς οὐκ ἂν ἀποπνιγείη πρὸς τὰς ὑπερ- βολὰς τῶν κατ’ ἐκείνου ῥημάτων; μικρὸν γὰρ δή φασιν εἶναι καὶ τοὺς Κέρκωπας καὶ τὸν Σίσυφον καὶ τὸν Φρυνώνδαν καὶ τὸν Εὐρύβατον πρὸς τἀς μηχανὰς Ὀλυμπίου καὶ τέχνας καὶ παρακρούσεις.