εἶτ’ οἴεσθε ταῦτα ποιοῦντες ἀσφαλῶς ἀσελγαίνειν ὡς οὔθ’ ὁρώμενοι παρά τῶν τεθνεώτων οὔθ’ ὑπάρχον ἐκείνοις ἀκούειν ἃ λέγετε; τοῖς δ’ εἰσὶν ἄγγελοι τῶν τῇδε καὶ λεγομένων καὶ πραττομένων οἱ μετ’ ἐκείνους ἀπιόντες. τοὺς δ’ εἰκὸς ἐθέλειν αὐτοῖς βοηθεῖν. δύναμις δὲ αὐτοῖς παρ’ αὐτοῦ τοῦ τεθνάναι μείζων καὶ μηνίσαντες ταχέως ἠμύναντο.