οἶ δέ οὐ δυνηθέντες ὅστις ἐγὼ τὸν τρόπον μαθεῖν καὶ ταῦτα ἐν τοσούτοις ἔτεσιν ἦλθον ἐκπολεμώσοντες ἄνθρωπον ἐν ἀδαμαντίνῃ φιλίᾳ δεδεμένον πάνυ τὴν ἐμὴν ψυχὴν νομίζοντες ἐοικέναι ταῖς αὑτῶν ταῖς μικραῖς, 2 δέ scripsi τε Β Sieb 3 ὧντινων scripsi ὧντινων Β Sieb 7 δ’ cancellavi | ἣν reposui β Β ἤν Sieb 9 αἰτίαν scripsi αἰτίας Β Sieb | φίλτρῳ ? 10 ἔστι scripsi δὲ τὸ Β Sieb | αὑτὸν scripsi αὐτὸν Β Sieb ἀποστεροῦντι scripsi καὶ στεροῦντι Β Sieb 16 μείζονα coni Sieb 18 φθόνου? cf. t. Ι p. 480, 1 1 26 αὐτῶν scripsi αὐτῶν B Sieb ταῖς νοσούσαις, ταῖς δούλαις ἀργυρίου. ἐγὼ δὲ εἴ μοί τις ὑπισχνεῖτο θεῶν αὖθις ἐν ζῶσι δείξειν Ὀλύμπιον ἐπὶ μεγάλῳ μισθῷ, χρημάτων μὲν οὐκ ἂν ἐμνήσθην πρὸς αὐτόν, οὐ γάρ ἔστι μοι, τὸ σῶμα δὲ δείξας, ὅτι τοῦτο βούλοιτο λαμβάνειν εἶπον ἄν, | ὡς ἥδιον Sieb. τῷ λοιπῷ μετ’ ἐκείνου βιωσόμενος ἢ τῷ παντὶ τοῦ σὺν ἐκείνῳ στερόμενος. 40. Παύσασθε δὴ μετὰ τοιούτων μοι προσιόντες ῥημάτων καὶ πειρώμενοι κινῆσαι τὰ τούτῳ οὐ πεισό- μενα. οὐχ οὕτω τις εὑρεθήσεται ῥήτωρ δεινὸς ἢ γόης. " ἐρωτῶ τοίνυν καὶ ὑμᾶς καὶ πάντας ἀνθρώπους, ποῦ πονηρὸς Ὀλύμπιος ἢ πότε ἢ περὶ τίνας; οὗ τὴν δικαιο- σύνην πολλαὶ μέν βοῶσι δίκαι, πολλοὶ δὲ δικασταί, μυρία δὲ δικαστήρια, βοᾶτε δὲ καὶ ὑμεῖς οἱ κακῶς λέγοντες διὰ τοῦ τῆς φιλίας χρόνου. τὸν γὰρ αὖ κακὸν ἐφεύγετ’ ἄν, ἀλλ' οὐκ ἐδιώκετε, νῦν δὲ φαίνεσθε διώκοντες, ἀλλ' οὐ φεύγοντες. οὕτως ἢ χρηστὸς ἐκεῖ- νος μεθ’ ὑμῶν ἤ ὑμεῖς μετ’ ἐκείνου κακοί.