ἐμοὶ δὲ ἅ τε παρὰ ζῶντος ὑπῆρξεν Ὀλυμπίου μέγιστα κέ- κριται πάντων τῶν παρ’ ὧντινων γεγενημένων τά τε ἤδη μεθεστηκότος δεδομένα τὰ μικρὰ δὴ κατά τὸν ὑμέτερον λόγον μείζω χιλίων ἀγρῶν, καὶ τό γε οὐδὲν οὐκ ἂν ἤνεγκε λύπην ἐν πολλῷ μείζονι τῆς φιλίας αὐ- τοῦ τὴν βάσανον λαβούσης, οἷον δ’] ἂν ἣν, εἰ καὶ μέρος τοῦτ’ ἐπεποιήκει τῶν διαθηκῶν τὴν τοῦ μηδὲν εἰς ἐμὰς πέμψαι χεῖρας αἰτίαν λέγων, ὅτι τῷ φιλτάτῳ ἔστι πεπεῖσθαι ἐμέ μηδέν αὐτὸν ζητεῖν. 38. Ἀλλ’ ὅμως οὕτως ἔχοντος τοῦ πράγματος ἤλ- πισάν τινες ἔχθραν ἐμποιήσειν πρὸς τὸν οἰχόμενον καὶ ἔπειθε ταῦτα αὐτοὺς περὶ ἐκείνου λέγειν. ἀλλ’ ἐμοὶ καὶ πρὸς ἀπελθόντας ἔστι φιλία καὶ τῷ τῆς ὁμι- λίας ἀποστεροῦντι θανάτῳ τὸ καὶ τοῦ φιλεῖν οὐ δί- δωμι μείζονι τούτῳ χαριζόμενος τῶν τὰ ἄνθη φερόντων ἐπὶ τοὺς τάφους, ἃ καὶ μισῶν ἄν τις ἐνέγκαι φόβῳ τοῦ νόμου. τἀμὰ δὲ ἴστε καὶ ὧς ἐνοικεῖ μου τῇ ψυχῇ τῶν φίλων ἕκαστος τῶν ὑπὸ γῆς. ἴσασι δὲ τοῦτο μᾶλλον αἰ νύκτες. τῆς γὰρ ἡμέρας ἐν τοῖς πρὸς τοὺς ζῶντας λόγοις ἀναλωμένης ἐκεῖναι τὰς πρὸς ἐκεί- νους ἔχουσι συνουσίας καὶ ἀκούω μέν οὐδέν, λέγω δέ.