ἐμοὶ δὲ ἅ τε παρὰ ζῶντος ὑπῆρξεν Ὀλυμπίου μέγιστα κέ- κριται πάντων τῶν παρ’ ὧντινων γεγενημένων τά τε ἤδη μεθεστηκότος δεδομένα τὰ μικρὰ δὴ κατά τὸν ὑμέτερον λόγον μείζω χιλίων ἀγρῶν, καὶ τό γε οὐδὲν οὐκ ἂν ἤνεγκε λύπην ἐν πολλῷ μείζονι τῆς φιλίας αὐ- τοῦ τὴν βάσανον λαβούσης, οἷον δ’] ἂν ἣν, εἰ καὶ μέρος τοῦτ’ ἐπεποιήκει τῶν διαθηκῶν τὴν τοῦ μηδὲν εἰς ἐμὰς πέμψαι χεῖρας αἰτίαν λέγων, ὅτι τῷ φιλτάτῳ ἔστι πεπεῖσθαι ἐμέ μηδέν αὐτὸν ζητεῖν. 38. Ἀλλ’ ὅμως οὕτως ἔχοντος τοῦ πράγματος ἤλ- πισάν τινες ἔχθραν ἐμποιήσειν πρὸς τὸν οἰχόμενον καὶ ἔπειθε ταῦτα αὐτοὺς περὶ ἐκείνου λέγειν. ἀλλ’ ἐμοὶ καὶ πρὸς ἀπελθόντας ἔστι φιλία καὶ τῷ τῆς ὁμι- λίας ἀποστεροῦντι θανάτῳ τὸ καὶ τοῦ φιλεῖν οὐ δί- δωμι μείζονι τούτῳ χαριζόμενος τῶν τὰ ἄνθη φερόντων ἐπὶ τοὺς τάφους, ἃ καὶ μισῶν ἄν τις ἐνέγκαι φόβῳ τοῦ νόμου. τἀμὰ δὲ ἴστε καὶ ὧς ἐνοικεῖ μου τῇ ψυχῇ τῶν φίλων ἕκαστος τῶν ὑπὸ γῆς. ἴσασι δὲ τοῦτο μᾶλλον αἰ νύκτες. τῆς γὰρ ἡμέρας ἐν τοῖς πρὸς τοὺς ζῶντας λόγοις ἀναλωμένης ἐκεῖναι τὰς πρὸς ἐκεί- νους ἔχουσι συνουσίας καὶ ἀκούω μέν οὐδέν, λέγω δέ. οἶ δέ οὐ δυνηθέντες ὅστις ἐγὼ τὸν τρόπον μαθεῖν καὶ ταῦτα ἐν τοσούτοις ἔτεσιν ἦλθον ἐκπολεμώσοντες ἄνθρωπον ἐν ἀδαμαντίνῃ φιλίᾳ δεδεμένον πάνυ τὴν ἐμὴν ψυχὴν νομίζοντες ἐοικέναι ταῖς αὑτῶν ταῖς μικραῖς, 2 δέ scripsi τε Β Sieb 3 ὧντινων scripsi ὧντινων Β Sieb 7 δ’ cancellavi | ἣν reposui β Β ἤν Sieb 9 αἰτίαν scripsi αἰτίας Β Sieb | φίλτρῳ ? 10 ἔστι scripsi δὲ τὸ Β Sieb | αὑτὸν scripsi αὐτὸν Β Sieb ἀποστεροῦντι scripsi καὶ στεροῦντι Β Sieb 16 μείζονα coni Sieb 18 φθόνου? cf. t. Ι p. 480, 1 1 26 αὐτῶν scripsi αὐτῶν B Sieb ταῖς νοσούσαις, ταῖς δούλαις ἀργυρίου. ἐγὼ δὲ εἴ μοί τις ὑπισχνεῖτο θεῶν αὖθις ἐν ζῶσι δείξειν Ὀλύμπιον ἐπὶ μεγάλῳ μισθῷ, χρημάτων μὲν οὐκ ἂν ἐμνήσθην πρὸς αὐτόν, οὐ γάρ ἔστι μοι, τὸ σῶμα δὲ δείξας, ὅτι τοῦτο βούλοιτο λαμβάνειν εἶπον ἄν, | ὡς ἥδιον Sieb. τῷ λοιπῷ μετ’ ἐκείνου βιωσόμενος ἢ τῷ παντὶ τοῦ σὺν ἐκείνῳ στερόμενος. 40. Παύσασθε δὴ μετὰ τοιούτων μοι προσιόντες ῥημάτων καὶ πειρώμενοι κινῆσαι τὰ τούτῳ οὐ πεισό- μενα. οὐχ οὕτω τις εὑρεθήσεται ῥήτωρ δεινὸς ἢ γόης. " ἐρωτῶ τοίνυν καὶ ὑμᾶς καὶ πάντας ἀνθρώπους, ποῦ πονηρὸς Ὀλύμπιος ἢ πότε ἢ περὶ τίνας; οὗ τὴν δικαιο- σύνην πολλαὶ μέν βοῶσι δίκαι, πολλοὶ δὲ δικασταί, μυρία δὲ δικαστήρια, βοᾶτε δὲ καὶ ὑμεῖς οἱ κακῶς λέγοντες διὰ τοῦ τῆς φιλίας χρόνου. τὸν γὰρ αὖ κακὸν ἐφεύγετ’ ἄν, ἀλλ' οὐκ ἐδιώκετε, νῦν δὲ φαίνεσθε διώκοντες, ἀλλ' οὐ φεύγοντες. οὕτως ἢ χρηστὸς ἐκεῖ- νος μεθ’ ὑμῶν ἤ ὑμεῖς μετ’ ἐκείνου κακοί. εἶτ’ οἴεσθε ταῦτα ποιοῦντες ἀσφαλῶς ἀσελγαίνειν ὡς οὔθ’ ὁρώμενοι παρά τῶν τεθνεώτων οὔθ’ ὑπάρχον ἐκείνοις ἀκούειν ἃ λέγετε; τοῖς δ’ εἰσὶν ἄγγελοι τῶν τῇδε καὶ λεγομένων καὶ πραττομένων οἱ μετ’ ἐκείνους ἀπιόντες. τοὺς δ’ εἰκὸς ἐθέλειν αὐτοῖς βοηθεῖν. δύναμις δὲ αὐτοῖς παρ’ αὐτοῦ τοῦ τεθνάναι μείζων καὶ μηνίσαντες ταχέως ἠμύναντο. πάνυ τοίνυν πιστεύω τοῖς μὲν ἔχουσι παῖδας ἀπολεῖσθαι τοὺς ὄντας, οἷς δὲ οὐκ εἰσίν, οὐδέ ἔσεσθαι, γυναῖκας δὲ τὰς τούτων ἑτέροις ἲς ἀντὶ 1 μοι τίς Β 5 τοῦτο scripsi τούτου Β Sieb 9 τούτῳ οὐ] τούτοις? 10 τίς Β 19 ὧς scripsi ὥστ' B Sieb 21 signum interrogationis posui, comma Β, colon Sieb τῇδε scripsi τῇ δέ B Sieb 23 αὑτοῖς scripsi αὐτοῖς B Sieb 27 δὲ scripsi τε Β Sieb | τούτων reposui e Β αὐτῶν Sieb τῶν γεγαμηκότων προσέξειν καὶ θυγατέρας πρὸ γάμων ὑποθήσειν ἑαυτὰς μαγείροις, υἱεῖς δὲ μηδὲν διοίσειν θυγατέρων, εἰς δὲ τὸ προσαιτεῖν κατενεχθέντας τοῦ δώσοντος ἀπορήσειν, διά δὲ νοσημάτων καὶ μακρῶν καὶ πικρῶν καὶ μετ' ὀδυνῶν γένοιτ’ ἂν ἐκ τῶν τοι- ούτων ἀποθανεῖσθαι. ταῦτα έσται, ταῦτά τις ὄψεται, ταῦτα παιδεύσει τοὺς ἄλλους μὴ καταθεῖν τοὺς τετε- λευτηκότας ὡς οὐδὲν ὄντας ἔτι. 7 Plat. Theaet. p. 171 D 2 υἱεῖς scripsi ὑμῖν Β Sieb