ἀλλ’ οἴεταί τις Ὀλύμ- πιον τὸν πολλοῖς εὐδαιμονίας αἴτιον οὐκ οὖσιν ἐν τῷ γένει μισῆσαί ποτ’ ἂν ἑκόντα τὸν ἀδελφόν; οὐκ ἔστιν. ἀλλ’ ὁ μὲν ἐβούλετο κἀνταῦθα εἶναι χρηστός, ὁ δὲ αὐτὸν ἀνῆπτε. τετελευτηκότος τοίνυν ἐν τῷ ταῦτα ἁμαρτάνειν Μικκάλου μεταστήσειν μὲν ἅπας ᾤετο τὴν ἔχθραν Ὀλύμπιον ἐπὶ τὸν παῖδα τὸν ἐκείνου, γίνεται δὲ ὁ βέλτιστος κρείττων τῆς προσδοκίας ἀμεί- νῶν αὐτοῦ τοῦ γεγεννηκότος φανείς. 36. Εἰσὶ τοίνυν οἳ προσιόντες ἐμοὶ σχῆμα προσ- θέντες αὑτοῖς τῶν ὑπὲρ ἡμῶν ἀχθομένων τοιαῦτα εἰῶ θασι λέγειν ὑποκινοῦντες ἄμα τὴν κεφαλήν, ὡς ἄν τινες οὐ φέροντες ὅ τι ἄν τις εἰς ἐμὲ πλημμελῇ. λέγουσι τοίνυν· οὐ γὰρ καὶ τὰ πρὸς σέ συνέχεε δίκαια περιθεὶς μὲν φθόνου καὶ πραγμάτων γέμουσαν προσηγορίαν, δοὺς δὲ ὧν ἄν τις καὶ καταγελά- σειε δέον ἑτέρους μὲν ποιῆσαι τὰ χαλεπώτερα, σοὶ δ’ εἰ καὶ μηδὲν ἄλλο, τήν γε ἀπὸ τῆς δευ- 22 Thuc. IV 87, 4 | Lib. t. Ι 201, 1; ep. 971 2 ῥήμασι scripsi ῥήμασιν Β Sieb 4 num Γίγαντας post τούς inserendum coll. t. Ι 129, 4? 5 αὐτῶν scripsi τῶν Β Sieb 19 τινες inserui e Β om Sieb ὅ τι scripsi ότι Β Sieb | εἰς inserui e Β om Sieb 23 ὧν scripsi auctore Sieversio p. 282, 1 ᾧ B Sieb Sieb. 88 τέρας | τάξεως εἰρήνην παρασχεῖν;