καὶ μείζω γε τὴν ὕβριν ἐποίει τὸ μηδέ ἐν παρα- βύστῳ γίνεσθαι τὰς ἀπειλάς, ἀλλ’ ἐν πολλῷ τῷ φωτὶ καὶ τοῖς ἀπάντων ὠσίν. ὑφ' ὧν Ὀλύμπιος εἰκότως ἐδάκνετο τὴν ψυχὴν καὶ ἐδεδίει τὸ μέλλον καὶ εἶναι πρὸς Μίκκαλον Ὀλύμπιος ἐκωλύετο πολλῶν τῶν μη- νυόντων ὄντων ἀπὸ παντὸς χωρίου, ὅτι Μίκκαλος ἐκεῖνος ἓν ἔργον ἔχει, τοὺς κατ’ Ὀλυμπίου λόγους, πολλούς δὲ τῶν παρόντων οὐ φέροντας τοὺς μέν ἀπο- πηδᾶν, τοὺς δὲ μένοντας ἀμύνεσθαι. ἆρά γε στεφάνων ἄξια ταῦτ’ εἶναι δοκεῖ; ἐν οἷς Μίκκαλος ἔμενεν οὐδὲν μετριώτερος γιγνόμενος ὄντων τῶν παρ- Sieb. 87 | λῆξαι τῆς κατηγορίας ὡς οὐκ ἀδίκου μᾶλλον ἢ βλαβερᾶς. ὁ δ’ ἣν ἐν τοῖς ἀεὶ δευτέροις σφοδρότερος μίαν ταύτην ἔχων ᾠδὴν ἐξ ἔω πρὸς ἐσπέ- ραν. ἔπαυε δὲ αὐτὸν οὐδὲ τὸ λοῦσθαι πολὺ τῆς ἀπὸ τοῦ τοιαῦτα λέγειν ἡδονῆς λειπόμενον. οὐ μᾶλλον οὖν Ὀλύμπιος ἐποίει κακῶς τὸν Μίκκαλον ἢ Μίκκαλος 9 cf. t. 9, 1 6 <ἐπὶ> a παραμυθίᾳ? 8 τελευτὴν καὶ ταῦτα καὶ τελευτὴν καὶ ταῦτα Β Sieb 9 τὸ scripsi τῷ Β Sieb | μηδὲ scripsi μὴ δὲ Β μὴ δὴ Sieb 17 γε scripsi τε Β Sieb 20 ἀδίκου scripsi ἀοίκου Β Sieb 21 ὁ δ’ scripsi ὅδ' Β Sieb 23 λοῦσθαι reposui e Β λοῦεσθαι λαβά- μενον coni Sieb perperam Μίκκαλον, ὃς εἶναι πρὸς ἑαυτὸν ἥμερον ἐκεῖνον ἐκώλυε παίων καὶ πλήττων καὶ τύπτων τοῖς ῥήμασι καὶ πρὸς ὀργὴν ἐξάγων καὶ παροινῶν τιμωρίας ἄξια. καὶ γὰρ τοὺς τοῖς κεραυνοῖς βαλλομένους ὑφ’ ἑαυτῶν χρὴ βε- βλῆσθαι δοκεῖν αὐτῶν οἷς ἀδικοῦσι τὸ τοῦ Δῖός πῦρ ἐπισπωμένων, εἰ δὲ ἐποίουν τὰ δίκαια καὶ τοῖς θεοῖς ἤρεσκον, οὐκ ἂν ἐκάοντο. καὶ Μίκκαλος ἐπιθυμήσας κακῶν ἣν ἐν οἷς ἐβούλετο. ἀλλ’ οἴεταί τις Ὀλύμ- πιον τὸν πολλοῖς εὐδαιμονίας αἴτιον οὐκ οὖσιν ἐν τῷ γένει μισῆσαί ποτ’ ἂν ἑκόντα τὸν ἀδελφόν; οὐκ ἔστιν. ἀλλ’ ὁ μὲν ἐβούλετο κἀνταῦθα εἶναι χρηστός, ὁ δὲ αὐτὸν ἀνῆπτε. τετελευτηκότος τοίνυν ἐν τῷ ταῦτα ἁμαρτάνειν Μικκάλου μεταστήσειν μὲν ἅπας ᾤετο τὴν ἔχθραν Ὀλύμπιον ἐπὶ τὸν παῖδα τὸν ἐκείνου, γίνεται δὲ ὁ βέλτιστος κρείττων τῆς προσδοκίας ἀμεί- νῶν αὐτοῦ τοῦ γεγεννηκότος φανείς. 36. Εἰσὶ τοίνυν οἳ προσιόντες ἐμοὶ σχῆμα προσ- θέντες αὑτοῖς τῶν ὑπὲρ ἡμῶν ἀχθομένων τοιαῦτα εἰῶ θασι λέγειν ὑποκινοῦντες ἄμα τὴν κεφαλήν, ὡς ἄν τινες οὐ φέροντες ὅ τι ἄν τις εἰς ἐμὲ πλημμελῇ. λέγουσι τοίνυν· οὐ γὰρ καὶ τὰ πρὸς σέ συνέχεε δίκαια περιθεὶς μὲν φθόνου καὶ πραγμάτων γέμουσαν προσηγορίαν, δοὺς δὲ ὧν ἄν τις καὶ καταγελά- σειε δέον ἑτέρους μὲν ποιῆσαι τὰ χαλεπώτερα, σοὶ δ’ εἰ καὶ μηδὲν ἄλλο, τήν γε ἀπὸ τῆς δευ- 22 Thuc. IV 87, 4 | Lib. t. Ι 201, 1; ep. 971 2 ῥήμασι scripsi ῥήμασιν Β Sieb 4 num Γίγαντας post τούς inserendum coll. t. Ι 129, 4? 5 αὐτῶν scripsi τῶν Β Sieb 19 τινες inserui e Β om Sieb ὅ τι scripsi ότι Β Sieb | εἰς inserui e Β om Sieb 23 ὧν scripsi auctore Sieversio p. 282, 1 ᾧ B Sieb Sieb. 88 τέρας | τάξεως εἰρήνην παρασχεῖν;