ὁ μὲν οὖν Ὀλύμπιος παῖδα αὑτοῦ νομίζων τὸν ἀδελφὸν νουθεσίαις τε ποιεῖν ἐπειρᾶτο βελ- τίω καὶ δυοῖν ἀρχαῖν ἐκόσμει δι' ἀνδρὸς ὑπάρχου ταῦτα δυνηθείς, ὁ δ’ ἀπαλλαγεὶς τοῦ βουλεύειν καθαρῶς διὰ τῶν ἀρχῶν κακὸς εἰς τὸν εὐεργέτην γίνεται καὶ τῆς ψυχῆς ἐκβαλὼν τὰς χάριτας καὶ οὐδαμοῦ πρὸς αὑτὸν εἰπών, τίς ἀντὶ τίνος διὰ τίνα γέγονε, πολέμιός τε ἣν καὶ ἔβαλλε καὶ ἐτίτρωσκε καὶ οὐδέν ὅ τι οὐκ ἔπραττε 1 cf. p. 65, 4; 186, 9; t. III 282, 10; 483, 20 9 cf. ep. 574 | cf. ep. 96 2 υἱέων scripsi ὑέων Β Sieb 5 εἰσάγει scripsi εἰσάγων Β Sieb 10 Μίκκαλον scripsi hic et in sequentibus coll. epp. 96, 97, 149, 160, 558, 616, 664, 665, 1080 Μίκαλλον constanter Β Sieb 13 ὃ τι scripsi ὅτι Β Sieb | ἐθέλῃ scripsi ἐθέλοι B Sieb 15 μείζω inserui 16 οὑν inserui e Β om Sieb | αὑτοῦ scripsi αὐτοῦ Β Sieb 19 ὁ δ’ scripsi ὅδ' B Sieb 21 αὑ- τὸν reposui e Β αὐτὸν Sieb 23 ὅ τι scripsi ὅτι Β Sieb τῶν εἰς λύπην φερόντων γυναῖκάς τε ἀπείρους Ἀφρο- δίτης αἳ ἀντὶ πολλῶν ἦσαν θεραπόντων Ὀλυμπίῳ λέγων κακῶς ὡς εἶέν τε ἐν αἰσχραῖς ἡδοναῖς καὶ φαρ- μάκοις τε καὶ ἐπῳδαῖς ἅπαντα δυναμέναις, κόραις τε καταρώμενος ἐν χερσὶ ταῖς Ὀλυμπίου τρεφομέναις παραμυθίᾳ τῆς ἀπαιδίας ἑκατέραις τε ἀπειλῶν δεσμω- τήρια καὶ βασάνους καὶ τὰ δεινότατα καὶ τὴν αὐτὴν ἡμέραν ὄψεσθαι τήν τε ἐκείνου τελευτὴν καὶ ταῦτα.