ἐρώτα ὃ τὸν Ἀχιλλέα καὶ κλαίειν ἐποίει καὶ καθ- εύδειν οὐκ εἴα. οὐ γὰρ τὸ γένος αὐτὸν εἰσῄει τοῦ τεθνεῶτος, ἀλλὰ πλοῖά τε καὶ πόλεμοι, ἃ μετ' ἀλλήλων διήνεγκαν πλέοντές τε καὶ πόλεις κενοῦντες. οὗτοι δὲ οὐ συνέπλευσαν μὲν οὐδὲ συνεπολέμησαν, οὐ γὰρ ἣν τὸ ἀναγκάζον, ἀλλ’ ὁ μέν αὐτῷ τὸν οἶκον ἐταμίευε, πρᾶγμα ἐπίπονον, ὁ δ’ οὐ μικρὸν ἀφίστατο ποιῶν τὸ κελευόμενον καὶ τοῖς νεύμασιν ὑπακούων ὀξέως μο- νονοὺ συμπεφυκὼς <οὐδὲ> a νυκτὸς ἠνιᾶτο τε καὶ τὸ λυποῦν ἐλαύνων καὶ παρακαθήμενος καὶ ἰώμενος, ἀντὶ τοῦ καθεύδειν ἐκτεταμένος.