εἰ δ’ ὄντως ἐφθέγξατο τοιοῦτον, καὶ ὃς ἀκούσας ἠνέσχετο, καὶ νῦν ἐπὶ μικροῖς τοῖς δεδομένοις ἀγανακτεῖ, κηρύττει δὴ πρὸς ἅπαντας, ὅτι τούτων οὐδὲν ἐγὼ διαφέρω τῶν ὑπ’ ἐμοῦ κατεψηφισμένων καὶ ἐξεμεσάντων καὶ τιμωρίᾳ τιμωρουμένων, ἀλλ’ εἰκότως ἂν μετ' αὐτῶν δί- κην διδοὺς λαμβάνω γνώμῃ μὲν ἴσος ὤν, τῇ τύχῃ δὲ βελτίων. καὶ περὶ ἑτέρων δὲ ἐν ἀρχαῖς ὄντων ταὐτὰ λέγοντες οἱ φάσκοντες ἐκείνοις εἶναι φίλοι ταὐτά με καὶ περὶ ἐκείνων ἀναγκάζουσι λέγειν, ὡς μετὰ δωροδοκίας διὰ τῶν πολλῶν ἦλθον ἀρχῶν ἐν μὲν τῷ δικάζειν ὑπέρ τοῦ τι δεῖν λαβεῖν <ὄντες>, α δέ λαμβάνοντες. ἐγὼ δέ ἡγοῦμαι οὐδεμίαν γεγε- νῆσθαι τοιαύτην ὑπόσχεσιν οὐδὲ ἐψεῦσθαι τὸν ἄνθρω- πον. εἰ δ’ οὖν καὶ σφόδρα τοῦθ’ οὕτως ἔχοι, συγγνοίην ὅ ἂν τῷ τοὺς κακοὺς ἄρχοντας ἐξηπατηκότι, οὐ γὰρ οὐ- δαμῶς ἄλλως ἣν τῶν δικαίων τυχεῖν ἢ τὰς περιουσίας ἐλπίδας ὑποτείναντι. φενακισμὸν ἀπῄτει τὸ πρᾶγμα Sieb. 84 καὶ τὸν δελεάσοντα κεναῖς ἐλπίσιν | ἢ κακῶς εἶχε τὰ αὑτοῦ διακεῖσθαι. οὐδὲ γὰρ ἰνὶ τὰς δίκας διαβαλεῖν 1 ἦν reposui e Β ἦ Sieb 4 τε νόμων scripsi γενομένων Β Sieb 6 ὃς scripsi ὡς Β Sieb | νῦν et 7 τοῖς inserui e Β om Sieb 7 δὴ Sieb δέ Β 9 num ἐξομοσάντων? cf tit. Delph. Bull. de Corr. Hell. XXXI 47, 28 10 τετιμωρημένων? 13 et 14 ταὐτὰ scripsi ταῦτα Β Sieb τί Β | ὄντες inserui 19 ἔχοι scripsi ἔχει Β Sieb 21 περιουσίας scripsi περὶ οὐσίας Β Sieb 23 δελεάσοντα scripsi δελεάσαντα Β Sieb | κακῶς scripsi καλῶς Β Sieb 24 αὐτοῦ scripsi αὐτοῦ B Sieb | ἐνὶ reposui e Β ἐνὶ Sieb οὐδὲ ἔργον εἰπεῖν εἷναι τῶν ὑποσχέσεων ἄλλον ἀδι- κηθῆναι. 25. Ἀλλὰ πρὸς τῷ, φασί, μὴ φυλάξαι τὰ πρὸς ἐκείνους ἡμάρτανεν ἀναξίοις τισὶν ὡς πλεῖστα διδούς. καὶ λέγουσι δὴ τὸν δεῖνα καὶ τὸν δεῖνα. οἷς εἰ καὶ τρὶς τοσαῦτα ἐδεδώκει, τὰ δίκαια ἂν ἐποίει, τὰ γὰρ ὀφειλόμενα ἂν ἐδίδου. τίς γὰρ οὐκ οἶδε τώδε τὼ ἄνδρε λιμένας Ὀλυμπίῳ γεγενημένους, ἀποστροφήν, παραμυθίαν, παραψυχήν, ἀφορμὴν εὐ- θυμίας, λύπης φάρμακον; οὕτω δὲ τῶν αὑτῶν ἀμελήσαντες καὶ τὸ τοῖς ἐκείνῳ δοκοῦσιν ὑπηρετεῖν ποιησάμενοι βίον καὶ πάντως εἰς Ὀλύμπιον βλέποντες πάντα μὲν ἀπέκρυψαν τὰ γονέων, πάντα δὲ τά παίδων, πάντα δὲ τά ἀδελφῶν καὶ προσέτι τὰ τῶν οἰκετῶν, ἐκείνων μὲν πλείω κάμνοντες, τῷ δὲ ἑκόντες τὰ τούτων πράττοντες, ἐν ταῖς ἡδοναῖς ταῖς ἐκείνου <μᾶλλον> a ταῖς ἑαυτῶν ἡδόμενοι, ἐν ταῖς εὐχαῖς τἀκείνου τῶν αὑτῶν προτιθέντες.