ὧν ἐμὲ πρῶτον ἔδει φανῆναι χαλεπῶς ἐνη- νοχότα τὸν μᾶλλον ἑτέρων ἀπολελαυκότα τῆς ἀνδρίας ἐκείνου. δεινὸν γάρ, εἰ ὁ μὲν οὐδένα πόνον μέλλοντα βελτίω τἀμὰ ποιήσειν ἔφυγεν, ἐγὼ δὲ μὴ λόγῳ τὴν χάριν ἀποδοίην. ὂν εἰ μὲν | οἱ λοιδοροῦντες οὐκ Sieb. ᾤοντο ἔσεσθαι, γνώτωσαν οὐκ ὀρθῶς ὑπειληφότες· εἰ δὲ τὰ δίκαιά με ποιοῦντα γράψειν αἰσχρόν, χείρω με τῆς τῶν ἐχθρῶν ἐλπίδος ἐπιδειχθῆναι. 3. Πόλεμον μὲν οὖν οἶδα κινήσων ἐπ᾿ ἐμαυτόν, οἱ γὰρ ἔλεγχον τῆς αὑτῶν ἀδικίας ἕξοντες οὐκ ἔσθ᾿ ὅ τι καθ’ ἡμῶν οὐ βουλεύσουσι, κἂν δύνωνται καὶ ποιήσουσιν· ἐμοὶ δὲ οὐ καλὸν μᾶλλον δείσαι τὰς τού- Β = Codex Barberinus II 41 Am = Ambrosianus Β 69 1 Ὑπὲρ Ὀλυμπίου om Am | λή post ὀλυμπίου Β 10 ποιή- σειν τἀμά Am | μηδὲ? 16 αὐτῶν scripsi αὐτῶν Β Am Sieb 17 ὁ τι scripsi ὅτι BAm Sieb | βουλεύσουσι scripsi e B sed ω in ου corr, Am βουλεύσωσι Sieb 18 ποιήσουσιν scripsi ex Am ποιήσουσι B Sieb τῶν ἐπιβουλάς ἢ τὸ προδοῦναι τὰ πρὸς τὸν ἑταῖρον δίκαια. καὶ γὰρ εἰ μέν ζῶν ταῦτ’ ἔπασχεν ἔχων αὑτῷ βοηθεῖν, οὐδ’ οὕτω μὲν ἂν ἐπῃνούμην σιωπῶν, ἐλάττων δ’ ἂν ἦν ἡ μέμψις· κειμένου δὲ εἰ φαινοίμην ἀμελῶν ὃ μόνον τοῖς οἰχομένοις ἐστὶν ἡ παρὰ τῶν ζώντων πρὸς τοὺς κατηγοροῦντας <βοήθεια>, a ἂν προφάσεως ἐπιεικοῦς εὐπορήσαιμι σχεδὸν ἐν ἴσῳ τοῖς κακῶς λέγουσι καθιστάμενος τῷ σιγῇ τὰ παρ’ ἐκείνων φέρειν. 4. Ἤλπιζον μὲν οὖν πολλά τε καὶ καλὰ περὶ ἐκεί- νου τοὺς τὴν πόλιν οἰκοῦντας ἅπαντας ἐρεῖν τά τε πρὸ τῆς νόσου ταύτης ἐκλογιζόμενος καὶ ὡς ἐν αὐτῇ πολλάκις καθ’ ἑκάστην ἡμέραν ᾔεσαν ἐπισκεψόμενοι Sieb. 77 νικᾶν ἀλλήλους τούτῳ πειρώμενοι, | καὶ ἴσως ἄξιον προσθεῖναι τὰς νύκτας ταῖς ἡμέραις. καὶ γὰρ ἐν νυκτὶ παρεῖχον τῇ κλίμακι πράγματα, ἀνέβησαν, κατέ- βησαν, πάλιν τοῦτο, πάλιν ἐκεῖνο, καὶ τῶν ἰατρῶν οὐκ ἐώντων οὐ κατέκειτο εἰσιέναι πρός γε ταῖς θύραις ἐκάθηντο καὶ ταῖς θεραπαίναις συνῆσαν.