καὶ ταῦτα καὶ ἔτι πλείω τούτων τόν τε ἄλλον ἦν χρόνον καὶ τοῦ νοσήματος ἄγχοντος καὶ ἄρτι τὴν ψυχὴν ἀφέντος καὶ μέχρι τῆς ὑπὸ τῷ δεσμῷ διαθήκης, αὐτὸν γάρ ἕκαστος ἐποίει ταῖς ἐλπίσι κληρονόμον, τῆς μαχαίρας δέ τὰ συνέχοντα τεμούσης καὶ τὰς σφραγῖδας ἀνελούσης καὶ πάντα εἰς φῶς ἀναγούσης καὶ τῶν ἐν τῷ κερδαίνειν ζώντων ἕτερα μὲν προσδοκησάντων, ἕτερα δὲ ὁρώντων, ὀστράκου, φασί, μεταπεσόντος ὁ λυμεών, ὁ ψεύστης, ὁ ἐπίορκος, ὁ καταποντι- στῆς, ὁ τοιχωρύχος, ὁ τῷ δικαίῳ πολέμιος, ὁ μήτε ἀνθρώπους φοβούμενος μήτε τοὺς θεοὺς αἰδούμενος.