καίτοι καὶ πατέρας ἴσμεν οὕτω παισὶ προσενηνεγμένους. τῷ μὲν ἔδοσαν πλείω τά- λαντα, τῷ δὲ ἐλάττω, τοὺς δ’ ἴσμεν ἴσον ἑκάστῳ νείμαντας. νῦν μέν γὰρ τοῦτ’ ἐφάνη δίκαιον, νῦν δὲ ἐκεῖνο, οἱ δὲ στέργουσι. νῦν δὲ ὕβρις ἄμφω, καὶ τὸ μὴ ὅσον ἄλλος, ἀλλ’ ἧττον, καὶ τὸ ὅσον ἕτερος, ἀλλὰ μὴ πλέον. καὶ οὐκ ἐννοοῦσιν ἀνδρῶν ἀπαίδων ἐνταυθοῖ γραφείσας διαθήκας οὐδ’ ὡς τὰς μὲν ἂν 6 Dem. ρ. 241,28; 1481,17 2 τε τῆς scripsi καὶ Β Sieb 4 ἐπαίνου scripsi ἐπαίνων οὐ Β Sieb 6 ἐάν (1) scripsi ἄν Β Sieb 8 καθῶνται scripsi κάθηνταί Β κάθηνται Sieb 16 αὑτῷ scripsi αὐτῷ Β Sieb 20 πλείω scripsi πλέω B Sieb 23 δ' (1) Sieb φαίη τις σωφρονεῖν, ταύτην δὲ μαίνεσθαι οὐδ’ ὡς αἱ μέν ἐν τοῖς προσήκουσιν ἔμενον ὄροις, ἡ δὲ ἐξώ- κειλεν οὐδενὶ χαλινῷ χρησαμένη. 15. Καὶ εἰ δὴ δεῖ κατηγορεῖν Ὀλυμπίου, τοῦτ’ ἄν τις ἔχοι κατ’ αὐτοῦ | λέγειν τὸ μὴ ταῖς διαθήκαις Sieb. 81 ἡνίας ἐμβαλεῖν, ἀλλά σπεῖραι τὰ χρόνῳ καὶ πόνῳ συλλεγέντα διὰ τοιούτων γραμμάτων. ἆρ’ οὖν τὸ μὲν ἀφιᾶσι κὰτ αὐτοῦ ῥῆμα, τά δὲ σιγῶσιν ὡς ἄν τινες τὸ μέν αὑτοῖς χαριζόμενοι, τὸ δὲ τοῖς ἀπὸ τῆς ἀλη- θείας; ἔδει μὲν οὖν καὶ τάχα ἄν τις, εἰ καὶ μὴ ῥᾳδίως, ἤνεγκε· νῦν δὲ τίς οὐκ ἂν ἀποπνιγείη πρὸς τὰς ὑπερ- βολὰς τῶν κατ’ ἐκείνου ῥημάτων; μικρὸν γὰρ δή φασιν εἶναι καὶ τοὺς Κέρκωπας καὶ τὸν Σίσυφον καὶ τὸν Φρυνώνδαν καὶ τὸν Εὐρύβατον πρὸς τἀς μηχανὰς Ὀλυμπίου καὶ τέχνας καὶ παρακρούσεις.