καὶ εἰ μὲν πονηρὸς καὶ πανοῦργος καὶ θεοῖς ἐχθρός, τί μὴ φεύγεις τὰ παρ’ αὐτοῦ δῶρα; εἰ δὲ βέλτιστον ἡγού- μενος λαμβάνεις, τί τὸν τοιοῦτον συκοφαντεῖς; τί δέ λαβὼν ἀπὸ τοῦ μὴ λαβόντος λέγεις κακῶς; τί δ’ ἀφεὶς τὸ δοθέν σκοπεῖν ἐκ τοῦ μὴ δοθέντος βλασφημεῖς; τῷ δεῖνι, φησί, πλέον, ἐμοὶ δὲ οὐ τοσοῦτον. ἕτερος δέ γε τὸ τῷ δεῖνι τοσοῦτον ὅσον αὐτῷ μέμ- φεται. τί οὖν αὐτὸν ἔδει ποιεῖν, εἰ μήτε τοῦτο ἔδει μήτε ἐκεῖνο, ἀλλ’ ἐποίει κατηγορίαν καὶ τὸ ἴσον καὶ τὸ οὐκ ἴσον;