πῶς οὖν ὧν εὐεργετήκει καὶ μισθὸν προσώφειλεν; ὥσπερ ἂν εἴ τις ἰατρὸν ἀναστήσαντα 3 II. ζ 142 13 cf. t. II 372 sq. et 494 sq. 7 τις inserui 10 εὖ πεποιήκει reposui e Β εὐπεποιήκει Sieb 16 τῶν] inter τὸ et αὑτῶν Sieb delevi | αὐτῶν Sieb αὐτῶν Β 17 ἐμβαίνοντας reposui e Β ἐκβαίνοντας Sieb 18 τοὺς ante ἄρχοντας inser Sieb delevi 23 αὐτοὺς Sieb αὐτὰς Β | αὑτῷ scripsi αὐτῶ B Sieb τὸν ἀσθενοῦντα προσαναγκάζοι τῷ διαπεφευγότι τὴν νόσον χρυσίον προσκαταβαλεῖν ἤ, νὴ Δία γε, κυβερ- νήτην τῷ ναυκλήρῳ τοῦ σεσωκέναι τὴν ναῦν ἢ διδά- σκαλον λόγων τῷ μεμαθηκότι λέγειν. ἔπραξεν ἡ βουλὴ τὸ καὶ τὸ βουλομένου γενέσθαι, καὶ γὰρ ἐκεῖνος ἐκείνης τὸ καὶ τὸ βουλομένης γενέσθαι. 11. Περὶ μέν γε τῶν ἐν τοῖς δικαστηρίοις τοῖς δικαζομένοις καὶ] παρεστώτων καὶ βοηθούντων πρῶτον μὲν ἐκεῖνο λέγω, ὅτι μισθὸν ἔχουσι τῶν βοηθειῶν πλείω τοῦ τεταγμένου διὰ τὴν Ὀλυμπίου φιλοτιμίαν καὶ οὐκ ἂν εἶεν δίκαιοι τῶν διαθηκῶν κατηγορεῖν οὐκ ἐν αὐταῖς ὄντες ἔχοντες ὑπὲρ ὧν ἐβοήθουν. οὐδὲ γὰρ τἄλλα πωλοῦντες τὰς τῶν ἔω διαθήκας ἀπαι- τοῦσί τι λῆμμα μετά τὰς τιμὰς ἃς ὧν ἀπέδοντο ἔχου- σιν. ὁ δέ καὶ διά τούτων τι κερδάνας οὗτος ἄλλην ἔχει τοῦ κέρδους πρόφασιν. ἢν οὐχ εὑρίσκω παρ’ ὑμῖν. ἀλλ’ ἔστιν ὃ μὲν ὑμῶν μόνον, τῷ δὲ καὶ ἔργον τι πέπρακται, περὶ οὐ νῦν οὐ καιρὸς λέγειν. ἀλλ’ ὅμως πολλὰ μὲν καὶ βλάσφημα παρ’ ἀμφοῖν τῶν τε ἐν τῷ βουλεύειν καὶ συναγορεύειν, ἕπονται δὲ τούτοις καὶ οἷς ἡδὺ τὸ κακῶς λέγειν ἐκ τοῦ μηδέν πράττειν λαμβάνον τὴν γένεσιν. 12. Καὶ πρὸς μὲν τοὺς ἐκ τοῦ μὴ λαμβάνειν ἐπὶ τὸ κακῶς λέγειν ἥκοντας ἀρκεῖ, τὸ νῦν εἶναι, τοσαῦτα· ἐφ’ ᾧ δ’ ἄν τις δικαιότερον σχετλιάσαι καὶ καλέσαι γῆν τε καὶ οὐρανὸν καὶ θάλατταν καὶ τοὺς ἐν ἑκάστω 1 προσαναγκάζοι scripsi προσαναγκάζῃ BSieb 5 βου- λομένου] „hic inserendum videtur ἐκείνου“ Sieb 8 καὶ can- cellavi 10 τοῦ ante Ὀλυμπίου Sieb delevi 13 τἄλλα scripsi τ’ ἄλλα Β Sieb | ἀπαιτοῦσι τί Β Sieb 15 τί Β 17 ὅ Sieb ὁ Β 26 ᾧ δ’ scripsi ᾧδ’ B Sieb | σχετλιάσαι καὶ καλέσαι scripsi σχετλιάσῃ καὶ καλέσοι B Sieb Sieb. 80 τούτων θεούς τε καὶ δαίμονας, οἱ αὐτοὶ | τετί- μηνταί τε καὶ λοιδοροῦσι καὶ μετέχουσί τε τῆς δια- θήκης καὶ τὰ τῶν οὐ μετεσχηκότων ποιοῦσι, καὶ ὁ μέν μετ’ ἐπαίνου δίδωσιν, οἱ δὲ μετὰ ψόγου λαμ- βάνουσι, καὶ οὗ τὴν δωρεὰν οὐκ ἔφυγον, τοῦτον ὅπου ποτ’ ἂν ὦσιν ἐλαύνουσιν ἐάν τε οἴκοι ἐάν τ’ ἐπ’ ἀγορᾶς ἐάν τε παρὰ τοῖς ἄρχουσιν ἐάν τε ἐπ’ ὀχήματος ἐάν τε ἑτέρωθι καθῶνται ἐάν τε περιπατῶσιν. οἶμαι δὲ αὐτοὺς κἀν τοῖς ὀνείρασι ταῦτα ποιεῖν.