καὶ οὔτε καρ- ποὶ πρὸς αὐτούς εἷλκον αἰωρούμενοι τοῖς κλάδοις, οὐ νῶτα ληίων, οὐ θαλάττης ἐργάται, καίτοι πέφυκέ πως ὁδοιπόρων ὀφθαλμὸν ἐπισπάσασθαι θαλαττουργὸς καὶ κώπην ἀναφέρων καὶ δίκτυον ἀφιεὶς καὶ δι’ ἀγκίστρων ἐπιβουλεύων ἰχθύσιν, ἀλλ’ ἦν δεινοτέρα γοητεῦσαι τῆς πόλεως ἡ μορφή. καὶ τυραννεύουσα τῷ κάλλει τῶν ὀμμάτων μίαν αὐτοῖς εἰργάζετο τάσιν τὴν πρὸς αὐτήν. ἴσον δέ τὸ πάθος τῷ τε πρῶτον ὁρῶντι καὶ ὅστις ἐνεγήρα τῇ πόλει. ἐδείκνυ δ’ ἂν οὑτωσὶ τῷ πέλας ὁ μὲν βασίλειον ἐπαστράπτον τῷ κόλπῳ, ὁ δέ θέατρον ὑπερλάμπον τῆς ὅλης, ἄλλος δὲ ἄλλας ἀλλα- χόθεν ἐκπεμπομένας αὐγάς. ὁ δέ ἐνίκα, χαλεπὸν ἦν εὑρεῖν. ὥστε ὥσπερ ἄγαλμα σεβόμενοι προσηλαύνομεν. | RIII 341 χωροῦντι δὲ ἐπὶ Χαλκηδόνος μεταστρέφεσθαί τε 3 cf. t. I 528, 21 1 καρποὶ scripsi κῆποι libri sed in καρποὶ corr P2I3, edd 2 περὶ Ferr Mor | αὐτούς UCaVLa sed in hoc ’ in ' corr s 5 ἀναφέρων Ι ἀποφέρων La Ι ἀγγίστρων ΒΜ 8 τάσιν scripsi e La sed τ in στ corr s coll. t. III 88, 22 εἰς ἐμὲ τείνειν τὴν ὄψιν στάσιν reliqui libri edd 9 αὐτήν ΡΙ sed in utroque ‘ i in ras αὐτὴν UCaBMLa sed in hoc ’ in ’ corr Re Ι ἶσον La 10 ἐνεγήρα scripsi e ΡΒ ἐγγηρᾶ C sed ἐνε- γήρα suprascr m, UI sed in hoc ἐγ et ᾶ in ras m 3, VLa edd sed γρ ἐνεγήρα in marg Mor ἐν γήρᾳ Μ sed γρ ἐνεγήρα καὶ ἐγγηρᾷ in marg m2 s Ι οὑτωσὶ scripsi auctore Re οὑτοσὶ edd 11 καὶ ante δ C mBM, ras 2 litt I Ι ἐπιστράτηγόν VLa sed in hoc in ἐπαστράπτον corr s 12 ὑπέρλαμπρον V | τῆς τῆς ὅλης ὅλης—13 χαλεπὸν om Ca τοῖς ὅλοις Ρ sed οι secundum in ras m 2 τῆς ὅλης in τοῖς ὅλοις corr La s 14 ὥστε—προση- λαύνομεν om Β | ὥσπερ Ρ sed ερ in ras m2 i | σεβόμενοι Ρ σεβο in ras m2, i I sed β in ras m3 i 15 χωροῦσι? δόνος La χαλκηδόνος Ρ sed χα et κη in ras m2 i UI cf. t. III 437, 13 ἣν ἀνάγκη, μέχρι τὴν θέαν ἡ φύσις ἀφῃρεῖτο τῆς ὀδοῦ, καὶ ἐοικέναι τοῖς ἑορτῆς πεπαυμένοις. 11. Τὴν δὴ τοιάνδε πῶς οὐ πάντα τῶν θεῶν τὸν χορὸν ἐχρῆν περιστάντα φρουρεῖν παραγγέλλοντας ἀλ- λήλοις προσέχειν τὸν νοῦν ὅπως μηδενὶ γένοιτο παρα- δῦναι κακῷ; νῦν δὲ οἱ μὲν ἐπέθεντο, οἱ δὲ ὐπεχώρη- σαν, ἤμυνε δὲ οὐδείς. καὶ ταῦτα πάντα ἃ διῆλθον ἣν ποτε. νῦν δ’ οὐκ ἔστιν. 12. Ὢ δαίμονος, οἷον τῆς οἰκουμένης ἀπήνεγκε βόστρυχον. ὡς ἐξετύφλωσέ γε τὴν ἑτέραν ἤπειρον γενναῖον ἐκκόψας ὀφθαλμόν. ὡς δεινὴν κατέχεε τῇς Ἀσίας ἀμορφίαν οἷον ἄλσους τὸ μήκιστον ἐκτεμὼν ἢ οἷον μορφῆς τῆς καλλίστης ῥῖνα περιτεμών. ὢ σεισμῶν ἀδικώτατε, τί τοῦτο ἔδρασας; ὢ πόλεως ἀπελθούσης. ὢ προσηγορίας εἰκῆ μενούσης. ὢ διὰ γῆς καὶ θαλάττης ἀλγηδόνος δραμούσης. ὢ φήμης ἢ πάσης μὲν ἡλικίας, πάσης δὲ τύχης ἔσεισε τὴν καρδίαν.