ταῦτα δὴ καλῶς ἐξετάσας καὶ καταμαθὼν ἀκριβῶς τροφῆς τε καὶ παιδείας τὴν δύναμιν καὶ βουληθεὶς τοὺς παῖδας οὐκ ἐν φαυλοτέ- ροις τὰ μείζω λαμβάνειν, ἀλλ’ ἐν ἀμείνονι σχήματι τά σεμνότερα μανθάνειν περιβάλλει μὲν αὐτοὺς ἐσθήματι βασιλεί·ας συμβόλῳ, κηρύττει δὲ κήρυγμα καὶ τοῖς μα- χίμοις καὶ ταῖς πόλεσιν, ὅτι παρῆλθον εἰς τὴν ἀρχὴν ἐκείνου νεύματι καὶ χρὴ καὶ τούσδε προσκυνεῖν. ταῦτα δὴ προτελέσας ποιεῖ μέν αὐτοῖς στρατόπεδα καὶ θεραπείαν καὶ ὧτα δὴ καὶ ὀφθαλμοὺς πανταχῆ τὸ μίμημα πρὸς τὸ ἀρχέτυπον διασώζων, δίδωσι δὲ προσηγορίαν τῆς μὲν ἔμπροσθεν ἀμείνω, τῆς δὲ αὐτοῦ δευτέραν. ἔστι γάρ, ὡς ἂν εἴποι τις, καὶ βασιλείας τάξις τελεωτέρα. καὶ τοῦτο εἰκότως οὕτως ἐποίη- σεν. οὔτε γὰρ ἐν ἰδιώταις ἀφῆκε μένειν οὔτ’ εὐθὺς ἐπὶ τὸ ἄκρον προήγαγε τοῦ μὲν τὸ ταπεινὸν φοβηθείς, τοῦ δὲ τὸ ὑπερβάλλον. εἴτε γὰρ εἰς ἰδιώτας τελεῖν ἀφεὶς οὕτω παιδεύειν ἐπεχείρει, ἀθυμότερον ἂν ἐδέ- χοντο τὴν μάθησιν τιμῆς οὐ παρούσης, εἴτ’ εὐθὺς ἀπ’ ἀρχῆς ἐπὶ τὴν κορυφὴν ἦγε τῆς ἐξουσίας, ἂν πρὸς τὰς μελέτας διέκειντο τὸ πάν ἤδη κεκτημένοι. 7 Eus. vit. Const. IV 40; Paneg. Const. 3 12 Euseb. l. l. Xen. Cyr. VIII 2, 10 sq. Luc. adv. ind. 23. Arist. Ach. 92 sq. 2 πάλαι Μ Macar 3 δικαίως Μ sed γρ δὴ καλῶς in marg m 2 10 δεῖ Β | καὶ in marg Bal 2 11 δὴ καὶ La δὲ U | αὐτούς Β 12 δὴ inser Μ 14 δὲ reposui e CMo UILaM δ’ reliqui libri edd 15 τίς La | βασιλεία La 16 τοῦτ’ Ca 17 οὔτε La 18 προήγαγεν MoLa | τοῦ Ρ sed ~ m 4 τοὺς Μ0 | τὸ inser C m 20 ἐδέχετο ὁ δὲ τὸ προσῆκον αὐτοῖς | ἀποτεμόμενος μέ- R III 286 τρον ὁ μετὰ φρονήματος ἔμελλεν ἐπιμελείας ἔρωτα παρέξειν, ἕτερον μεῖζον προσέθηκεν. οὐ γὰρ εὐθὺς ἐξέπεμψεν ἑτέρωσε μετὰ τῶν δυνάμεων ἔξω τῶν ὀφθαλ- μῶν ἑαυτοῦ τὰς διατριβὰς ἐκείνοις παραχρῆμα ποιῶν, ἀλλὰ κατέχων ἐποπτεύειν ἠξίου τὰ δρώμενα κατὰ τοὺς δεινοὺς τῆς κυβερνητικῆς διδασκάλους, οἳ τοὺς ἄρτι τῆς τέχνης ἁπτομένους ἐπὶ τῶν οἰάκων καθίσαντες ἐν τῇ πρύμνῃ προσεδρεύουσιν, ἵν’ εἰ μὲν κατὰ λόγον νοιεν ἐκεῖνοι τὸ σκάφος, συγχαίρωσιν, εἰ δέ τι γίγνοιτο πλημμελές, ἐγγύθεν ἐπιβοηθοῖεν. 43. Ἐπεὶ δ’ οὖν ἐδόκουν τῆς πρὸς αὐτὸν συνου- σίας ἀπολελαυκέναι τὰ γιγνόμενα, καθάπερ τις ἀετὸς τοὺς νεοττοὺς εἰς πτῆσιν γυμνάζων, οὕτως ἤδη δυνά- μεις παραδοὺς ἐξέπεμψε τὸν μέν τῆς ἑῴας, τὸν δὲ τῆς ἐσπέρας προβαλλόμενος. καὶ τοῦτο ἔπραττε τριῶν τῶν μεγίστων εἵνεκα. πρῶτον μὲν γὰρ τοὺς ἐφ’ ἑκά- τερα κατῳκισμένους βαρβάρους ἐβούλετο τῷ φόβῳ τῶν ἐφεστηκότων πρὸς ἀνάγκην κατείργεσθαι. ἀσφάλειαν οὖν ᾤετο <τῷ> παντὶ ποριεῖν, εἰ τὰ πέρατα τῆς ἀρχῆς 13 cf. Thuc. VI 54, 5 1 μέτρον ὃ μέτρον ΜοΡ sed in hoc μέτρον alterum punctis del, UILa et in marg Mor 4 ἐξέπεμπεν La | ἑτέρων Mor 2 5 αὐτοῖς Re | παραχρῆμα om Re 7 κοινούς Re 9 ἵν’ — 10 συγχαίρωσιν inser P 2 10 συγχωρῶσιν Bal | γίγνοιτο re- posui e PUICaBM γίνοιτο reliqui libri edd 11 πλημελές PUI sed in hoc μ alterum inser m 3 13 τὰ om CMoLa et in marg Mor | γινόμενα Ca 14 καὶ τούς Ca 15 ἐξέπεμψε scripsi ex UCaM coll. 1. 4 ἐξέπεμπε reliqui libri sed π (2) in ras P 2, edd ἐξέπεμπεν La | τὸν (1) C sed ον in ras n, Ρ sed add m 3 16 προβαλόμενος CMo 17 ἕνεκα Bal sed εἵνεκα in marg | τούς ἐφ’ in ras 4 litt P 2 ἐφ’ inser I 2 om CaLaM 20 τῷ inserui auctore Sinteni | ποιεῖν Bal sed ποριεῖν in marg, et γρ in marg Mor ὀχυρώσαιτο. δεύτερον δὲ οὐχ ἡγεῖτο καλῶς ἔχειν ἐν ἀδείᾳ τοὺς τοὺς παῖδας διάγοντας ἀμελετήτους εἶναι πολεμικῆς φροντίδος, ἀλλ’ ἔχειν ὅ τι καὶ μεριμνήσωσι.