οἱ γε καὶ πρὸς τὰς με- γίστας τῶν πράξεων οὐκ ἐνόμισαν μαντικῇ τὴν ἐλπίδα θαρρύνειν, οὐ πρὸς τὸ πρόχειρον, ἐμοὶ δοκεῖν, ἀπι- δόντες ὅτι πολλάκις ἐλάττων ἀναφαίνεται, ἀλλ᾿ ὅτι κἂν εἰ τὰ μάλιστα τὸ μέλλον ἀνιχνεύοι, δυοῖν ἐμπό- δισμα γίνεται, φιλοτιμίᾳ τε καὶ ἀνδρίᾳ. τούς τε γὰρ ἀποτευξομένους εἰ προειδεῖεν οὐκ ἐᾷ κρείττονα τῆς τύχης παρασχέσθαι τὴν προθυμίαν, ἀλλ’ εὐθὺς δειλοὺς ποιεῖ τά χείρω προδείξασα οἷς τε ἀπόκειται τὰ χρηστὰ τούτους ἀφαιρεῖται τὴν ἐπ’ ἀνδρίᾳ δόξαν. οὐ γὰρ ἀρετῇ μᾶλλον ἢ τῷ τῆς ἐκβάσεως προδήλῳ δοκοῦσι πεπιστευκέναι. ὅσοι δ’ ἂν ὁμοίως ἀγνοοῦντες τὸ πέ- ρας ἄνδρες ἀγαθοὶ γίγνωνται, καὶ κατορθοῦντες θαυ- μαστοὶ καὶ σφαλέντες ἄμεμπτοι. 168. Εἰ δή τις μέλλοι τὸν προσήκοντα λογισμὸν 21 Plat. Leg. VII p. i 805 4 εἰς Μ 5 τούς πολεμίους — 6 πρὸς in marg Mo 2 sed πρὸς ἀλλήλους — πότερον in ras | πολέμους I sed in πολεμίους corr, Μ Ι ἀνδρίαν scripsi e CUICaB ἀνδρείαν reliqui libri sed ει in ras P 3, edd 7 ἁπανταχῆ CMo sed in hoc οῦ supra ῆ m 2, Β 8 ἐνόμισαν Ι sed ἐνο et σ in ras m 2 9 χεῖρον CaLaM 10 ἐλάττων om Β ἔλαττον C sed ἐλάττων suprascr f 11 τα I | ταμάλιστα ΡΒ | ἀνιχνεύη Β ἀνιχνεύει Μορ Ι δυοῖν Ρ sed οι in ras m 3 12 γίγνεται PICaM | ἀνδρεία ΜοΡ sed in hoc ει in ras m 3, LaM | γὰρ om Β 14 παρ χεσθαι cum ras 1 litt U 16 ἀνδρεία Ρ sed ρεία in ras m 3, LaM [οὐ] ἦ Ca 21 δέ Re | μέλλει UI ὑπὲρ ἀπάντων σχήσειν, μή μοι ψιλὸν ἐξεταζέτω τῶν RIII 331 ἐγκωμίων τὸν ἀριθμόν, | ἀλλ’ ἑκάστῳ προσαγέτω τὴν τῶν εἰργασμένων ἡλικίαν. καὶ τάχα μεῖζον ἐν τῇ νεότητι τῶν πεποιηκότων ἢ τῷ μεγέθει τῶν πεποιημέ- νῶν εὑρήσει τὸ θαῦμα. δοκεῖ δή μοι καὶ τὸ βούλευμα τοῦ τὴν οἰκουμένην συστησαμένου νῦν δὴ μάλιστα σώζεσθαι. ἐπειδὴ γὰρ ἵδρυσε μὲν τὴν γῆν, ἔχεε δὲ τὴν θάλατταν, ποταμοὺς δὲ προήγαγεν, ἔδειξε δὲ νήσων περίρρυτον θέσιν, πάντα μὲν εἰς τὸ δημιουρ- γῆθέν ἐγκατέθετο σπέρματα καὶ βοσκήματα καὶ ὅλως ὁπόσων ἔμελλεν ἀνθρωπεία δεήσεσθαι φύσις. οὐ μέν- τοι πάντα γε πᾶσιν ἔνειμε μέρεσιν, ἀλλὰ διῄρει τὰ δῶρα κατὰ τοὺς χώρους εἰς κοινωνίαν τοὺς ἀνθρώ- πους ἄγων τῇ παρ’ ἀλλήλων χρείᾳ καὶ φαίνει δὴ τὰς ἐμπορίας, ὅπως τῶν παρ’ ἐνίοις φυομένων κοινὴν εἰς ἅπαντας ἐξενέγκῃ τὴν ἀπόλαυσιν. τοῦτο τοίνυν τὸ φιλάνθρωπον βούλευμα καὶ σωτήριον πρότερον μὲν ἀνῄρητο ·καὶ διέφθαρτο καὶ τὸ τῆς ἐπιμιξίας ἐν ἴσῳ τοῖς φόνοις ἀπείρητο, ὁ δὲ ἀλοῦς κατεκρημνίζετο. ἐῴκει δὴ σχήματι διατετμημένῳ τὸ σχῆμα τῆς γῆς. ἀλλά νῦν συνῆλθε μέν καὶ συνῆπται τὸ τέως διῃρη- μένον, κεκόμισται δὲ τὴν οἰκείαν τάξιν τὸ τέως διε- σπασμένον. μία μὲν ἤπειρος, μία δὲ θάλαττα, κοιναὶ δὲ αἰ νῆσοι, ἀνεῳγμένοι λιμένες, ἀναπεπταμέναι 5 δέ Re 6 βούλευμα scripsi cum Μ coll. Ι. 17 βοὐ- λημα reliqui libri edd 8 ἔχεε Ρ sed εε in ras m 3 ἔχει La om in lac 4 litt Ca 9 νῆσον CaM | θέσιν Ρ sed ν in ras m 2 11 ὁπόσον UI 12 μέρεσιν Ρ sed ν in ras m 2 16 ἐξενέγκοι Μ 17 γε ante τὸ Mor del Re | βούλημα CPI sed η in ras P 3 I 2, Β 20 δὲ PUICaM | γῆς om U 21 μέν om La Ι τὸ τέως om Β | o διῃρημένον — 22 τέως om La πύλαι. ὁλκάδες δὲ πανταχῆ τὰ πανταχόθεν κομίζουσαι στενοχωροῦσι τοὺς ὅρμους. πανήγυρις δὲ κοινὴ διά πάσης μικροῦ τῆς ὐφ’ ἡλίῳ τέταται τῶν μὲν καθ’ ἱστορίαν, τῶν δέ κατ’ ἄλλας προφάσεις, τῶν μὲν πε- λάγη περαιουμένων, τῶν δὲ δι᾿ ἠπείρου θεόντων. καὶ οὔτε τῶν Νείλου θαυμάτων οἱ τὴν ἑσπέραν οἰκοῦντες ἀθέατοι τῶν τε ἐπὶ τῆς ἐσπέρας καλῶν οἱ Νείλῳ προσ- οικοῦντες | οὐκ ἄπειροι. Φοίνικες δὲ ἐν Σικε- RIII 332 λικοἴς ὅρμοις, Σικελιῶται δέ πάλιν ἐν Φοινίκων λι- μέσιν. ἀνεῖται δὲ ἡ τῆς Ἀθηνᾶς πόλις τοῖς λόγων ἐμπόροις, ἀνεῖται δὲ τὸ Βιθυνῶν ἔθνος τοῖς ὁτιοῦν ἐπιθυμοῦσι λαβεῖν. καὶ τί δεῖ σμικρολουεῖσθαι καθ’ ἕκαστον, ἀλλ’ οὐχὶ μίαν εἰς ἅπαντα φωνὴν ἀφεῖ- ναι, ὅτι νῦν τὰ σωφρονοῦντα τῆς οἰκουμένης γένη καθάπερ ἐν χορῷ μίαν ἁρμονίαν ἐντεινάμενα συνᾴδει δύο κορυφαίων ἐνδιδόντων τὸ μέλος. 173. οἱ μὲν οὖν ἔμπροσθεν παυόμενοι τῶν λόγων ἐπιεικῶς ηὔχοντο πλειόνων ἀγαθῶν τυχεῖν καί μοι δο- κοῦσιν εἰκός τι πεπονθέναι, πλειόνων γὰρ ἐδέοντο μαλλὸν ἢ τετυχήκεσαν· νῦν δὲ οὐδὲν αἰτῆσαι πάρεστιν 12 t. I 154, 2 15 Arist. Nub. 968 16 Philostr. iun. imag. 10 p. d 409, 17 ed. Kayser (p. 27, 24 ed. Schenkl et Synes. Dion. 7 p. i 43 Α. Luc. rhet. praec. § 13 1 πανταχοῖ ΜοΡ sed in hoc οῖ ex η corr m 3, La Re 3 ἡλίου La | καθ’ Ρ sed θ in ras m 2 καθιστορίαν Ι 4 (bis) et 5 τῶν Ρ sed ~ add m 3 Ι κατάλλας La | καὶ ante τῶν Ca Mor del Re 7 τ’ La edd | τὴν ἐσπέραν Β 8 δ’ La Re | σικελοῖς La 9 πάλιν om Β 10 et 11 αἰνεῖται La 11 τῶν La 12 μικρολογεῖσθαι ΜοΙ sed in hoc σ ante μ eras, LaB 13 καθέκαστον PILa 18 πλειόνων — Ι9 πα- πονθέναι inser I 2 et praemisso κείμενον in marg P 3 | ἀγαθῶυ — 19 πλειόνων om Ca 20 δ᾿ λ οὐ μὴ πάλαι πάρεστιν ἡ πεῖρα. ὥστε καὶ τοῦτ’ ἂν εἴη τῶν βασιλέων ἐξαίρετον, ὅτι μηδέν ἡμῖν κατέλιπον ὃ ζητήσομεν. 1 πάλαι Mor sed γρ πάλιν in marg εἰς τούς αὐτοκράτορας κώνσταντα καὶ κωνστάντιον subscr P εἰς κωνστάντιον καὶ κώνσταντα Ι